Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.817
Not analysed yet
γων παρ' αὐτοῦ. Ἀνάγει δὲ καὶ ἐπὶ τὸ μεῖζον ἔτι καί φησι, Τὴν γῆν ὡς οὐδὲν ἐποίησεν. Ὅτι δὲ ἐν ἐξουσίᾳ κεῖται τῇ παρὰ Θεοῦ τὸ καὶ σώζεσθαί τινα μνήμην, ἢ μὴ, τῶν γεγονότων ἐν γῇ λαμπρῶν τε καὶ ἐπισήμων, ἀποφαίνει λέγων· Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ' οὐ μὴ φυτεύσωσιν. Εἰ μὴ γὰρ βούλοιτο, δηλονότι Θεὸς, οὐδένα, φησὶν, ἕξουσιν ἐν γῇ καρπὸν, ἀλλ' οὐδὲ ῥίζαν ἢ μνήμην, ἀλλ' οἷον ἀνέμου κατενεχθέντος ἐπ' αὐτοὺς βαδιοῦνται πρὸς τὸ μηδὲν, φρυγάνοις ἐν ἴσῳ. Πάντα γὰρ τὰ ἀνθρώπινα μικρὰ καὶ εὐδιαῤῥίπιστα, καὶ εὐανάτρεπτα παντελῶς, καὶ πόαις ἐν ἴσῳ καταμαραίνεται. Προσκυνητέον οὖν ἅρα Θεῷ δὴ μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ λόγος ἔστω μηδεὶς τῶν ἐξ ἐπιστήμης τεκτόνων ἐξευρημένων, μήτε μὴν ἀνθρώπων οἷς ἐπεγράφη πρός τινων τὸ θεῶν ὄνομα. Νεκρολατρεία γὰρ τοῦτο, καὶ ἕτερον οὐδέν. Νῦν οὖν τίνι με ὡμοιώσατε; καὶ εἶπεν, Ὑψωθήσομαι, ὁ Ἅγιος. Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὁ πάνσοφος Παῦλος κατακέκραγεν εἰκότως τῆς τῶν πλανωμένων ἀμαθίας, καὶ τῆς τῶν εἰδωλολατρούντων πληθύος δικαιοτάτην ποιεῖται τὴν καταβολήν. Ἐξὸν γὰρ αὐτοῖς καὶ ἐξ αὐτῆς τῆς κτίσεως τὸν τῶν ὅλων εἰδέναι γενεσιουργὸν καὶ τεχνίτην, ἀπεκομίσθησαν εἰς ψευδολατρείαν, καὶ προσκεκυνήκασι τοῖς οὐκ οὖσι θεοῖς. Ἔφη δὲ οὕτω περὶ τοῦ πάντων κρατοῦντος Θεοῦ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι ἀναπολογήτους. Διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· καὶ φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Οὐκοῦν ἐπειδήπερ, φησὶ, κατέχω τὸν γύρον τῆς γῆς, καὶ οἷά τινα σκηνὴν ἐκτέτακα τὸν οὐρανὸν, δίδωμί τε ἄρχοντας εἰς οὐδὲν ἄρχειν, καὶ οἷον ἀκρίσι παρεικάζω τοὺς ἐπὶ τῆς γῆς, τίνι με ὡμοιώσατε; ἀντὶ τοῦ, Τίνι με παρεικάζοντες οὐκ ἂν ἔξω γένησθε τοῦ εἰκότος, οὐδ' ἂν ἁμάρτητε τ' ἀληθοῦς. Ἆρά με τὸν οὐρανὸν εἰπόντες, ἢ καὶ ἑνὶ τῶν στοιχείων ἐξομοιοῦν ἐθέλοντες, ὑψοῦν μὲν νομίζετε; Ἀλλ' οὐδὲν τῶν κτισμάτων ἐοικὸς ἐμοὶ, καὶ τὸ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτως ἔχον. Ἰσοστατήσειε γὰρ ἂν οὐδεὶς εἰς οὐσίας λόγον τῷ καλοῦντι πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Ὅτι γὰρ οὐ κατά γε τοὺς παρ' ὑμῖν εἰμι θεοὺς, τοὺς ἐκ τέχνης ἀνθρωπίνης λαχόντας τὴν γένεσιν, ἐξ αὐτῶν θεωρήσατε τῶν κτισμάτων. Ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἴδετε τὸ στερέωμα, τὸν τῶν ἀστέρων χορὸν, ἐννοήσατε τίς κατέδειξε ταῦτα πάντα, τίς ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ οὐρανοῦ. Κόσμον δὲ τοῦ οὐρανοῦ τοὺς ἀστέρας ἀποκαλεῖ, οὓς εἰδέναι φη-