Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.844
Not analysed yet
γῆς τῷ ξύλῳ λέγειν· «Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.» Ταύτῃτοι καὶ ἐγγίσαι φησὶ τὰς βουλὰς αὐτῶν, τοῦτ' ἔστιν, εἰς πέρας ἐλθεῖν, κατασείοντος τὴν πλάνην, καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν κατασκεδαννύντος Θεοῦ, καὶ οὐχ ἑνὸς τῶν παρ' αὐτῶν ὄντος, τῶν ψευδωνύμων δηλονότι φαμὲν, ἀλλὰ Κυρίου, καὶ Θεοῦ κατὰ ἀλήθειαν, καὶ τοῦ βασιλέως Ἰακὼβ, τοῦτ' ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Ἀποφέρει δὲ διὰ τούτων εἰς ἀνάμνησιν τῶν γεγονότων σημείων, ἐπὶ τῇ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, δι' ὧν εὖ μάλα διαγινώσκεται τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, ἢ ἀσυγκρίτου ὑπεροχῆς ἡ δύναμις. Ἐγγισάτωσαν, καὶ ἐπαγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν· εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Εἴπατε ἡμῖν, ἀναγγείλατε τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα, ὅτι θεοί ἐστε. Εὖ ποιήσατε, καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα, ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. Τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἴδιόν τε καὶ ἐξαίρετον τὸ πάντα μὲν εἰδέναι, ἀγνοεῖν δὲ παντελῶς οὐδὲν οὔτε τῶν προγεγονότων, οὔτε τῶν ἐνεστηκότων, ἢ τῶν ἐσομένων. Καὶ γοῦν δὴ [γρ. διὰ] μὲν τοῦ πανσόφου Μωσέως τὰ πρὸ τῆς συμπήξεως τοῦδε τοῦ κόσμου, καὶ τὰ ἐν ἀρχαῖς ἐναργῆ τοῖς ἐπὶ τῆς γῆς καθίστησι λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου·» καὶ τὴν παντὸς τοῦ κόσμου ποίησιν ἀκριβέστατα διεξέρχεται. Ἀλλὰ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ πάλαι λαλήσας ἐκεῖνα διὰ Μωσέως, ἀπήγγειλεν ἡμῖν τὰ ἐν ἐσχάτοις· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· «Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Ἔστι δὲ ἀκοῦσαι λέγοντος ἐναργῶς· «Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τί;» —»Καὶ γάρ ἐστιν ἀληθῶς ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐναργὴς, καὶ τομώτερος μᾶλλον μαχαίρας διστόμου, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ἐπειδὴ δέ ἐστι Θεὸς, σώζει μὲν καὶ εὐεργετεῖ, καὶ ἁπάσης ἐμπίμπλησι θυμηδίας, πνευματικῆς δηλονότι, τοὺς σεβομένους αὐτόν· κακοῖ δὲ καὶ ὑποφέρει ταῖς δίκαις τοὺς καταφρονεῖν εἰωθότας, καὶ ἀγαθουργεῖν οὐκ ἀνεχομένους. Ἀλλὰ τῶν οὐδὲν ἔν γε τοῖς ἐκ λίθων πεποιημένοις κατίδοι τις ἄν. Τί γὰρ οἶδεν ἄψυχος ὕλη; Ἢ πῶς ἂν εὖ ποιήσειάν τινα, ἢ καὶ κακῶσαι δύναιντο τὰ μήτε ἑαυτοῖς ἐπαμῦναι δυνάμενα, λαβόντα δὲ παρ' ἑτέρων καὶ τὸ ἑστάναι τε καὶ ὁρᾶσθαι μόνον; Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ νομισθέντες παρ' ὑμῖν εἶναι θεοί· ἀπαγγειλάτωσαν ἃ συμβήσεται, λεγέτωσαν τὰ πρότερα, καὶ τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Γνωσόμεθα γὰρ τότε, φησὶν, ὅτι θεοί ἐστε. Ἀλλ' οὐ δύνασθε, φησὶν, ἀπαγγεῖλαι.