Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.841
Not analysed yet
ἐκαρποφόρει, ἀλλὰ τοῖς πάλαι δεδιψηκόσι φησίν· Ἀνοίξω μὲν ἐπὶ τῶν ὀρέων ποταμοὺς, ἄνδρας ἁγίους δηλονότι τοὺς τὸν θεῖον, καὶ ἄνωθεν καταπλουτήσαντας λόγον, καὶ ποταμίων ναμάτων δίκην τοῖς διψῶσιν ἐκχέοντας, καὶ οἷον ἀναπηγάζοντας. Ὥστε καὶ τὴν ἔρημον ποτὲ μεταβαλοῦσαν τὴν ὄψιν ἕλη φαίνεσθαι, καὶ δρυμοὺς, καὶ γῆν τὴν διψῶσαν ἐν ὑδραγωγοῖς. Ὑδραγωγοὶ δὲ πάλιν εἶεν ἃν οἱ κατὰ καιροὺς καὶ ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει γεγονότες μυσταγωγοὶ, καὶ διδάσκαλοι τῶν Ἐκκλησιῶν· οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν τῶν τῆς θεοπνεύστου Γραφῆς εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν μεθιστᾶσιν, οἷά τινες ὑδραγωγοὶ κήπους κατάρδοντες τοὺς εὐθαλεστάτους. Τίνα δὲ τρόπον ἡ ἔρημος εἰς ἕλη μεταστήσεται, καὶ ποίων ἔσται ξύλων τροφὸς, διδάσκει λέγων· «Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Ταῦτα δὲ πάντα ἐστὶν εὐώδη καὶ ἄσηπτα ξύλα. Πρόσεστι δὲ τοῖς ἁγίοις, καὶ τὸ εὔοσμον, νοητῶς δὲ διὰ πολιτείας εὐαγοῦς· καὶ τό γε μὴ καταφθείρεσθαι καθιεμένους ἐκλύτους εἰς ἐπιθυμίας κοσμικὰς, ἑστάναι δὲ καὶ ἐρηρεισμένους, ῥιζοῦντος Θεοῦ, καὶ ἀνέχοντος ταῖς ἐπικουρίαις. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος, καθὰ γέγραπται. Ἔσονται δὲ, φησὶ, ποταμοὶ, καὶ πηγαὶ, καὶ ὑδραγωγοὶ, καὶ ἐν ὄρεσι καὶ πεδίοις, καὶ οἷον πανταχοῦ. Ἔσται δὲ καὶ ἔρημος εἰς ἕλη, ἵνα οἱ καλούμενοι διὰ πίστεως καὶ αὐταῖς ὄψεσιν ἴδωσιν, ἐπιγνῶσι δὲ καὶ δι' ἐννοιῶν ἀγαθῶν, καὶ δὴ καὶ μάθοιεν ἐκ τῆς τῶν γεγονότων μεγαλουργίας, καὶ ἀδοκήτου μεταβολῆς, ὅτι δὴ μὴ ἁπλῶς μηδὲ αὐτομάτως τὰ οὕτω μεγάλα καὶ διαβόητα κατορθοῦσθαι φιλεῖ. Κατέδειξε γὰρ μᾶλλον αὐτὰ χεὶρ Κυρίου, τοῦτ' ἔστι, δύναμίς τε καὶ ἐξουσία θεοπρεπὴς, ἤγουν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα γέγονέ τε ἤδη, καὶ τεθαυματούργηται παρὰ τοῦ Πατρός. Οὐ γὰρ ψευδώνυμοι θεοὶ, οὔτε μὴν στοιχεῖα κοσμικά· ἀλλ' οὐδὲ ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, γέγονεν αὐτῷ ἐργάτης, ἀλλ' ὁ Ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν. Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. Τὴν τῶν ἐθνῶν κλῆσιν ὡς ἔσται κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ὑποσχόμενός τε ποιήσειν τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, κέδροις τε, καὶ πύξῳ καὶ τοῖς ἑτέροις φυτοῖς κατάκομον ἀποφῆναι, καὶ τὴν ἑαυτοῦ χεῖρα θαυμασθήσεσθαι λέγων, ὡς τῶν οὕτω μεγάλων δημιουργὸν, προσδιαλέγεται πάλιν τοῖς τῶν εἰδώλων ποιηταῖς, καὶ τοῖς τὰ τοιάδε τεχνίταις, καί φησιν ἐγγὺς γενέσθαι τὴν κρίσιν αὐτῶν. Κρίσιν δέ φησιν, ἢ τὴν ὀφειλομένην κόλασιν αὐτοῖς. ἤγουν τὴν αἰσχύνην, καὶ ἐντροπήν. Ὁσίᾳ γὰρ ψήφῳ Θεοῦ, καὶ δικαίῳ κρίματι κολασθεῖεν ἂν ὡς ἠπατηκότες τὴν ὑπ' οὐρανὸν, καὶ βουλὰς οὐκ ἀληθεῖς εἰσκεκομικότες. Ἐδίδαξαν γὰρ τοὺς ἐπὶ τῆς