Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.848
Not analysed yet
ποσὶ πηλοῦ παρεῤῥίφθαι δίκην. Πεπάτηνται γὰρ, καὶ ὡς χοῦς, ἢ καὶ ὡς πηλὸς κεραμέως, καὶ ἕτερον ὄντα παρὰ τοῦτον οὐδέν. Ἦν γὰρ ἐκ γῆς ἡ γέννησις αὐτοῖς. Ὅτι δὲ ἔμελλε ταῦτα σύμπαντα πρὸς πέρας ἄγεσθαι κατὰ καιροὺς στρατηγούντων ἁγίων, καὶ τοῖς τοῦ Θεοῦ νεύμασιν ὑπηρετούντων νεανικῶς καταδείκνυσι λέγων τὸ, Ἐρχέσθωσαν ἄρχοντες, τοῦτ' ἔστιν, ἀναδεικνύσθωσαν οἱ τῶν λαῶν ἡγεμόνες, οἱ τοὺς εἰς ἐμὲ πιστεύοντας ἐπιθήγοντες τῇ πλάνῃ, ἐξοπλίζοντές τε κατὰ τῶν ἀψύχων θεῶν. Τίς γὰρ ἐν αὐτοῖς, φησὶν, ἀπαγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν, ἢ καὶ τὰ ἔμπροσθεν, ἵνα ἐκβεβηκότων τῶν εἰρημένων εἰς πέρας συννεύσωμεν ὅτι λελαλήκασιν ἀληθῆ; Ἀλλ' οὐκ ἦν, φησὶν, ἐν τοῖς ψευδωνύμοις θεοῖς, ἤγουν ἐν τοῖς ἀκαθάρτοις πνεύμασιν ὁ προλέγων· ἀλλ' οὐδὲ ἐν ἀνθρώποις ὁ ἀκούων τοὺς λόγους ὑμῶν. Πάλαι μὲν κατά τε χώρας καὶ πόλεις ἐν ταῖς τῶν εἰδώλων τεμένεσι ψευδομαντίαι τε ἦσαν, καὶ ψευδηγορίαι δαιμονίων, τρίποδες δὲ καὶ λέβητες, καὶ πληθὺς ἀναρίθμητος τῶν ἀπατᾷν εἰωθότων· ἐβάδιζον δὲ πολλοὶ χρησμοὺς ληψόμενοι παρ' αὐτῶν. Ἐπεὶ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, πεπτώκασι μὲν τὰ ἐν σηκοῖς εἴδωλα, σεσιγήκασι δὲ καὶ οἱ πλανῶντες δαίμονες· μᾶλλον δὲ καὶ κατεπέμφθησαν εἰς ᾅδου, καὶ τεταρτάρωνται. Κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι τοὺς παρ' αὐτῶν τιμῶντες λόγους, καὶ τοῦτο διδάσκει λέγων· «Οὔτε μὴν ὁ ἀκούων τοὺς λόγους ὑμῶν.» Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν, οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι· εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς. Ὑπισχνεῖται πάλιν τὴν τοῦ Σωτῆρος ἀνάδειξιν, δι' οὗ σέσωσται μὲν ἡ ὑπ' οὐρανὸν, κέκληται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας ἡ τῶν πλανωμένων πληθύς. Ἵνα γὰρ ἔχωμεν τὸν καθηγητὴν, τὸν ἀποκομίζειν εἰδότα καὶ δυνάμενον εἰς τὴν τῆς σωτηρίας ὁδὸν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ βασιλεὺς ὢν φύσει· καθὸ καὶ Θεὸς καὶ ἐκ Θεοῦ νοεῖται Πατρὸς, τοῦ δὴ πάντων κρατοῦντος, καὶ ὑπὸ πόδας κειμένην ἔχοντος τὴν κτίσιν· κεχειροτονῆσθαι λέγεται βασιλεὺς ἐφ' ἡμᾶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.» Βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανὸν ὁ Χριστὸς, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι λέγων· «Ἐδόθη μοι ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Καίτοι γὰρ τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν ἑαυτῷ δεδόσθαι φησὶν, ἅπερ εἶχεν ὡς Θεός. Βασιλεύσας τοίνυν, ἄρχοντας ἐφ' ἡμᾶς κεχειροτόνηκε τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ ἦρξαν ἡμῶν μετὰ κρίσεως, τοῦτ' ἔστι, μετὰ δικαιοσύνης. Δώσω τοίνυν, φησὶ, τῇ Σιὼν, τοῦτ' ἔστι, τῇ Ἐκκλησίᾳ, ἤτοι τῇ τῶν πιστευόντων πληθύϊ, τὴν σώζουσαν ἀρχὴν, τοῦτ' ἔστι Χριστόν. Παρακαλέσω δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἥ ἐστι πάλιν τῆς Ἐκκλη-