Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.849
Not analysed yet
σίας εἴσοδος. Παρακεκλήμεθα γὰρ δυναμούμενοι διὰ Χριστοῦ, καὶ τὴν εἰς ζωὴν ἀποφέρουσαν τὴν ἀμήρυτον δεδιδάγμεθα τρίβον. Ἀπὸ γὰρ τῶν ἐθνῶν, φησὶν, ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἧν ὁ ἀπαγγέλλων. Πλεῖστοι μὲν γὰρ ὅσοι γεγόνασι παρ' Ἕλλησι σοφοὶ, καὶ λογάδες· ἀλλ' οὐδεὶς ἦν ἐν αὐτοῖς ὁ διδάξαι δυνάμενος τὴν εἰς εὐσέβειαν ὁδόν. Εἰδώλων δὲ πλήρεις οἱ παρ' αὐτοῖς ὄντες ἦσαν νέοι, ἀλλ' οὐδὲ ἐν τοῖς εἰδώλοις, ἤγουν ἐν τοῖς ψευδωνύμοις θεοῖς ἦν ὁ τὴν τοῦ συμφέροντος θήραν ἀγγεῖλαι δυνάμενος, ἤγουν εἰς ὁδὸν ἀπευθῦναι δικαιοσύνης. Μᾶλλον δέ τι τοῦτό φημι· Οὐδ' ἂν εἰ ἐρωτηθεῖεν, φησὶ, Πόθεν ἐστέ; δύναιντ' ἂν ἀποκρίνασθαι. Οἱ δὲ ἑαυτοὺς οὐκ εἰδότες, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος, πῶς ἂν ἑτέροις γένοιντο καθηγηταί; ἢ πῶς ἄν τισι καταδείξειαν ὅλως τὸ τελοῦν εἰς ὄνησιν; Εἰσὶ γὰρ, εἰσὶν ὑμᾶς μὲν ποιοῦντες τοὺς ψευδωνύμους πλάττοντες Θεοὺς, ὑμᾶς δὲ πάλιν πλανῶντες τοὺς προσκυνοῦντάς γε αὐτούς. Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λῖνον τυφόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη καὶ λαοὶ ἐλπιοῦσιν. Προεπήγγελται, λέγων, Ἀρχὴν Σιὼν δώσω, καὶ ποία τις αὕτη διαδείκνυσι σαφῶς. Κεχειροτόνηται γὰρ ἐπὶ τὴν νοητὴν Σιὼν, τοῦτ' ἔστιν, ἐπὶ τὴν Ἐκκλησίαν ἄρχων καὶ καθηγητὴς, οὐκ εἰς ἀρχὴν τοῦ πράγματος ἀναβαίνων τότε, ὅτε καὶ εἰς τοῦτο παρενεχθῆναι λέγεται. Ἦν γὰρ καὶ ἔστιν ἀεὶ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος ὁ ἐκ Παρθένου Λόγος. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἴδιον ποιεῖται τὸ τῆς ἀνθρωπότητος μέτρον. Οὕτω γὰρ ἦν ἀληθῶς, καὶ ἀνενδοιάστως πιστεύεσθαι πρὸς ἡμῶν, ὅτι γέγονε καθ' ἡμᾶς. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν τὸ κατὰ πάντων κράτος, τῆς μετὰ σαρκὸς οἰκονομίας ἔσται τὸ λαβεῖν, οὐ τῆς ὑπεροχῆς αὐτοῦ, καθ' ἣν νοεῖται τῶν ὅλων Δεσπότης. Ἰακὼβ δὲ αὐτὸν ἀποκαλεῖ καὶ Ἰσραὴλ, ὡς ἐξ αἵματος γεγονότα τὸ κατὰ σάρκα τὸν ἐξ Ἰακὼβ, ὃς μετωνομάσθη καὶ Ἰσραήλ. Φησὶ δὲ, ὅτι Ἀντιλήψομαι, καὶ ἀπόλεκτον ὀνομάζει. Συνειργάζετο γὰρ ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὡς δυνάμεως τῆς ἰδίας ἀπετέλει τὰς μεγαλουργίας. Ἔστι δὲ καὶ ἀπόλεκτος ἀληθῶς, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ παραδεκτὸς ὡς ἠγαπημένος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. Ἔφη γοῦν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ὅτι δὲ κέχρισται κατὰ τὸ ἀνθρώπινον, καὶ μετεσχηκέναι λέγεται τοῦ ἁγίου Πνεύματος, καίτοι τὸ Πνεῦμα διδοὺς αὐτὸς, καὶ ἁγιάζων τὴν κτίσιν, σαφηνιεῖ λέγων· Ἔδωκα τὸ Πνεῦμά μου ἐπ' αὐτόν. Βαπτισθέντι γὰρ αὐτῷ τὸ Πνεῦμα, φησὶν, ἐπεφοίτηκεν ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς καὶ