Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.853
Not analysed yet
ριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε. Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει βαθεῖ. Ψευδοπροφῆται, καὶ ψευδομάντεις πλεῖστοι μὲν ὅσοι γεγόνασι κατὰ καιροὺς ἐν τῷ Ἰσραήλ. Συμβέβηκε δὲ ταύτης ἕνεκα τῆς αἰτίας ἀπιστεῖσθαι καὶ αὐτοὺς τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, καὶ προφήτας ἀληθῶς, καὶ ἐν Πνεύματι ἁγίῳ λαλεῖν εἰωθότας. Καὶ τό γε παράδοξον, ὅτι καὶ αὐτὸς ἐλοιδορήθη Χριστὸς, ὡς οὔτε ἀπεσταλμένος παρὰ Θεοῦ, οὔτε μὴν ἀληθῶς ἅγιός τε ὑπάρχων, καὶ ἐν ὑπεροχῇ θεότητος ἀποτελῶν τὰ παράδοξα. Καὶ γοῦν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καίτοι τερατουργοῦντα βλέποντες, ποτὲ μὲν ἔφασκον αὐτὸν ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια· ποτὲ δὲ πάλιν ἀλλήλοις προσελάλουν· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Καὶ πρός γε ταῦτα, Χριστὸς ἐπειρᾶτο πλειστάκις ἀπολογεῖσθαι καὶ πληροφορεῖν ὅτι μὴ κατ' ἐκείνους ἐστὶ τοὺς ἐν ψιλῇ καὶ μόνῃ γεγονότας δοκήσει τοῦ ἀπεστάλθαι παρὰ Θεοῦ. Ἔφη γοῦν· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι.» Καὶ πάλιν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου.» Ἵνα τοίνυν καὶ αὐτὸν ἔχῃ μαρτυροῦντα τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ διὰ προφητῶν ἁγίων χρησίμως τε καὶ ἀναγκαίως ἔφησεν, ὅτι Ἐγὼ Κύριος ὁ Θεὸς ὁ διαπήξας τὸν οὐρανὸν, ὁ τὴν γῆν ἑδραιοτάτην καὶ ἀκλόνητον ἀποφήνας, ὁ ζῶν καὶ ζωοποιὸς, καὶ πνοὴν ἅπασι διδούς. Ἐγὼ ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος ἐκάλεσά σε ἐν δικαιοσύνῃ. Οὐ γὰρ αὐτόμολος, φησὶ, κατ' ἐκείνους γέγονε τοὺς ψευδοπροφήτας, τοὺς ἀπὸ καρδίας αὐτῶν λαλοῦντας, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· ἀλλ' ἐγώ σε κέκληκα, τοῦτ' ἔστι, κατ' εὐδοκίαν ἐμὴν ἐν δικαιοσύνῃ παρήγαγον. Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· ἀντὶ τοῦ, Συνεργάσομαί σοι, καὶ ἀποφανῶ πάντα ἰσχύοντα. Καὶ οὔτι πού φαμεν ὡς ἀσθενῆ καὶ ἀναλκῆ οἶδεν ὄντα τὸν Υἱὸν ὁ Πατὴρ, οὔτε μὴν ἐπικουρίας ἐνδεᾶ. Αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος, καὶ ἡ τοῦ Πατρὸς ἀνίκητος δεξιὰ, δι' ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν. Ποιεῖται δὲ πάλιν τοὺς λόγους, ὡς πρὸς ἕνα τῶν καθ' ἡμᾶς, καθ' ὃ πέφηνεν ἄνθρωπος, καὶ δοκεῖ πως διὰ τὸ ἀνθρώπινον δυναμοῦσθαι παρὰ τοῦ Πατρός. Οὕτω γὰρ αὐτὸν καὶ ἀναστῆσαι λέγεται, δοῦναί τε δόξαν αὐτῷ, καὶ ἀποφῆναι κρείττονα τῆς τῶν φονευόντων ἐπιβουλῆς. Εἰ γὰρ τεταπείνωκεν ἑαυτὸν, καὶ καθῆκεν ἑκὼν εἰς κένωσιν, δεῖ δὴ πάντως καὶ τὸ τῆς κενώσεως ὁρᾶσθαι μέτρον, καὶ δι' αὐτῶν τῶν πραγμάτων νοεῖσθαι τὸ ταπεινόν. Ὅρα δὲ ὡς περὶ ἀνθρώπου λέγων τὸ, Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, εὐθὺς διαδείκνυσι Θεὸν ὄντα φύσει καὶ Υἱὸν ἀληθῶς, καὶ φῶς ἐκ φωτός. Δέδωκα γάρ σε, φησὶν, εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἀφίκετο γὰρ ὁ μονογενὴς τοῦ