Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.852.1
Not analysed yet
ἔμεινεν ἐπ' αὐτόν. Εἰ δὲ ἐν καιρῷ τοῦ βαπτισθῆναι δέχεται τὸ Πνεῦμα τῷ τῆς ἀνθρωπότητος μέτρῳ, εἴη ἂν μετὰ τῶν ἄλλων, καὶ τοῦτο. Οὐ γάρ τοι καθ' ὃ Θεός ἐστιν, ἡγιάζετο τὸ Πνεῦμα λαβών· αὐτὸς γὰρ, ὡς ἔφην, ὁ ἁγιάζων ἐστίν· ἀλλὰ καθὸ πέφηνεν ἄνθρωπος οἰκονομικῶς. Κέχρισται τοίνυν, ὥστε κρίσιν τοῖς ἔθνεσιν ἐξοῖσαι. Κρίσιν δὲ τὴν δικαιοκρισίαν ἐν τούτοις φησί. Δεδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ἐδίδαξεν, εἰπών· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυτόν.» Κατεψηφίσατο μὲν γὰρ τὸν ὄλεθρον τοῦ πλεονεκτήσαντος, ὡς ἔφην, τὴν ὑπ' οὐρανὸν, ὁσίῳ δὲ κρίματι σέσωκε τοὺς ἠπατημένους. Ἀλλ' οὐ κεκράξεται, φησὶν, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Ἐπεδήμησε γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν ὑφέσει πολλῇ καὶ ἀφιλοκομπίᾳ, καὶ οἷον ἀψοφητὶ, καὶ ἀδικῶν οὐδένα· ἀλλ' ἐν σιγῇ τε, καὶ ἠρεμίᾳ, ὥστε καὶ συντεθλασμένον μὴ συντρῖψαι κάλαμον, μήτε μὴν λῖνον τυφόμενον σβέσειν, τοῦτ' ἔστι, μήτε τοῖς ἄγαν εὐτελεστάτοις καὶ εὐτολμότατα λίαν ὑπομένειν εἰωθόσι τὸ βλάβος ἐπαφεῖναι πόδα. Τί οὖν ἐργάσεται, καὶ τί κατορθώσει τοῖς ἔθνεσιν; Εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἐν τούτοις ἔοικε τὸν νόμον ἀποκαλεῖν. Γέγραπται γὰρ περὶ τοῦ Ἰσραὴλ, καὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν· καὶ πάλιν, Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Τὴν κρίσιν τοίνυν ἤτοι τὸν νόμον τὸν ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει τῶν εὐαγγελικῶν θεσπισμάτων, δι' ὧν τῆς ἀρεσκούσης αὐτῷ πολιτείας ἀνέδειξε τὴν ὁδὸν, καὶ τὴν ἐν γράμματι κατὰ νόμον λατρείαν μετέστησεν εἰς ἀλήθειαν. Καὶ πεπαρῳνήκασι μὲν εἰς αὐτὸν οἱ τάλανες Ἰουδαῖοι θανάτῳ τῷ τῆς σαρκὸς λυπῆσαι τολμήσαντες. Πλὴν ἀνέλαμψεν ὡς φῶς, καὶ οὐ συνεθραύσθη, τοῦτ' ἔστιν, οὐ νενίκηται τῇ φθορᾷ, οὐ κεκράτηκεν ἡ τῶν ἐπιβουλευθέντων ἀπόνοια. Λέλυται γὰρ ὁ θάνατος, καὶ ἀνεβίω θεοπρεπῶς, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ γέγονε τοῖς κατὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν σωτηρίας ἀφορμὴ τὸ παθεῖν αὐτόν. Οὐ θραυσθήσεται τοίνυν, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν. Καὶ μὴ ὑπολάβῃς ὅτι καιρὸν ὁρίζει τινὰ καθ' ὃν θραυσθήσεται, τοῦτ' ἔστι, μετὰ τὸ θεῖναι τοῖς ἐπὶ τῆς γῆς τὴν κρίσιν· ἀλλ' ἐκεῖνο μᾶλλον φησὶ, Περιγενήσεται τῶν ἀνθεστηκότων, καὶ κρατήσει τοσοῦτον, ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν. Κεκήρυκται γὰρ τὸ Εὐαγγέλιον ἐν πάσῃ τῇ γῇ, καὶ οἷον πέπηγε τὰ αὐτοῦ θεσπίσματα. Γέγραπται γὰρ, ὅτι «Δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» Ἤλπισέ γε μὴν τὰ ἔθνη, φησὶν, ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Ἐπεγνωκότα γὰρ ὅτι Θεὸς κατὰ ἀλήθειαν ἐστὶ, καὶ εἰ πέφηνε σαρκὶ, αὐτὸν ἐλπίδα ποιήσονται, καὶ καθά φησιν ὁ Ψάλλων· «Ἐν τῷ ὀνόμασι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ' αὐτῷ πᾶσαν ἔχομεν ἐλπίδα. Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Ἐγὼ Κύ-