Ancient Greek · ~9 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.857
Not analysed yet
σύνῃ, τὴν τῶν οὐρανῶν βασιλείαν· τῶν πνευματικῶν ἀγαθῶν τὴν εὐκλεᾶ μέθεξιν, τοὺς τῆς ἐπιεικείας καρποὺς, τῆς εὐσεβείας τὰ γέρα, τῆς εἰς αὐτὸν ἀγάπης τὸν στέφανον· ὧν καὶ ἡμᾶς γένοιτο τυχεῖν δι' αὐτοῦ χάριτος καὶ φιλανθρωπίας· δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΛΟΓΟΣ Αʹ. Ἐπέφανεν ἐν ἡμῖν Θεὸς ὢν Κύριος, κατὰ τὰς Γραφὰς, καὶ σεσαγήνευται δι' αὐτοῦ πρὸς τὴν διὰ πίστεως χάριν ἡ τῶν πλανωμένων ἀγέλη. Προσδοκία γὰρ ἦν ἐθνῶν, καὶ τοὺς ἐν ὀμίχλῃ καὶ σκότῳ πρὸς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς ὁ Θεὸς καὶ Πατὴρ δι' αὐτοῦ. Καὶ τοῦτο ἡμῖν κατέστησεν ἐναργὲς διὰ τῶν ὀπίσω, βραχὺ λέγων· «Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότῳ βαθεῖ.» Τέθειται γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς διαθήκην μὲν τοῦ κατὰ σάρκα γένους, φημὶ δὴ τῶν ἐξ Ἰσραὴλ, οἷς καὶ πάλαι Θεὸς ἐπηγγέλλετο δι' ἑνὸς προφήτου λέγων· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.» Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος, σκιᾶς καὶ τύπου διάκονος ἦν, ἐν μέτροις ὑπάρχων τοῖς ἱκετικοῖς. Χριστός γε μὴν ὡς Υἱὸς καὶ Κύριος διαθήκης καινῆς γέγονε βραβευτής. Καινῆς δέ φημι, τῆς εἰς καινότητα ζωῆς ἁγίας ἀναμορφούσης τὸν ἄνθρωπον, καὶ διὰ πολιτείας εὐαγγελικῆς εὐδόκιμον, καὶ ἀληθινὸν ἀποφαινούσης προσκυνητήν· «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Οὐκοῦν τέθειται εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς κατεσκότισε τῶν ἐθνῶν τὰς καρδίας· «Ἐματαιώθησαν γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Τὸ δέ γε φῶς τὸ ἀληθινὸν, τοῦτ' ἔστι, Χριστὸς, ὡς νοητὸς ἡμῖν ἀνέτειλεν ἑωσφόρος, καὶ ὡς τῆς δικαιοσύνης ἥλιος, τὴν τῆς ἀληθοῦς θεογνωσίας ἁπλώσας ἀκτῖνα, τὸν ἐκ διαβολικῆς ἀπά-