Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.860
Not analysed yet
της ἐπισκήψαντα τοῖς ἐπὶ τῆς γῆς κατεσκέδασε σκότον· ἠλευθέρωσεν ἐκ δεσμῶν τοὺς ταῖς τῶν οἰκείων πλημμελημάτων σειραῖς ἐν ἀφύκτοις εἰλημμένους. Ὅτι τοίνυν οἱ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, οἱ σκότον ἔχοντες εἰς νοῦν, οἱ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν ἀναπεπεισμένοι προσκυνεῖν, οἱ μακρὰν ὄντες Θεοῦ, κεκλήσονται διὰ πίστεως τῆς ἐν Χριστῷ, ἐπιγνώσονταί τε τὸν τῶν ἁπάντων Βασιλέα καὶ Κύριον, διαδείκνυσιν εὖ μάλα τῆς προφητείας ὁ λόγος. Προστάττει γὰρ τοῖς ἠλεημένοις διὰ Θεοῦ δοξολογεῖν αὐτὸν, οὕτω τέ φησιν· Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέοντες αὐτήν· αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Καινὸς ὁ ὕμνος, καὶ τῇ τῶν πραγμάτων καινότητι πρέπων. «Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον, καὶ τὰ ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά.» Λελύτρωνται μὲν γὰρ ἐκ τῆς Αἰγυπτίων πλεονεξίας οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε τοῦ πανσόφου Μωσέως, καὶ πλινθείας ἐξῄρηνται, καὶ ἱδρώτων κενῶν τῶν ἐπὶ γηΐνοις σπουδάσμασιν ἔργον κηδεστῶν ἀγριότητος, καὶ τῆς τοῦ κρατοῦντος ἀπανθρωπίας· διεβιβάσθησαν διὰ μέσης θαλάσσης, ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἔπιον ὕδωρ ἐκ πέτρας, ἀβρόχῳ ποδὶ διῆλθον τὸν Ἰορδάνην, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Τάδε ἐφ' ἡμῖν πάντα καινὰ, καὶ τῶν ἀρχαίων ἀσυγκρίτως ἐν ἀμείνοσιν. Οὐ γὰρ σαρκικῆς, μᾶλλον δὲ πνευματικῆς δουλείας ἐξῃρήμεθα, καὶ ἀντὶ τῶν περὶ γῆν σπουδασμάτων τῶν ἐκ φιλοσαρκίας ἀπηλλάγμεθα μολυσμῶν· οὐκ ἐργοδιώκτας ἐφύγομεν Αἰγυπτίους, οὐδὲ τύραννον μὲν ἀσεβῆ, καὶ ἀνήμερον, πλὴν ἄνθρωπον καθ' ἡμᾶς, τοὺς συνωθοῦντας δὲ μᾶλλον εἰς ἁμαρτίαν πονηροὺς καὶ ἀκαθάρτους δαίμονας, καὶ τὸν ταῖς τούτων ἀγέλαις ἐφεστηκότα, τοῦτ' ἔστι, Σατανᾶν. Διέβημεν καθάπερ τινὰ θάλατταν, τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τὴν ἐν αὐτῷ τύρβην, καὶ εἰκαίους ὄντως περισπασμούς. Ἐφάγομεν τὸ μάννα τὸ νοητὸν, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ· ἐπίομεν ὕδωρ ἐκ πέτρας, τοῖς Χριστοῦ νάμασιν ἐντρυφήσαντες, νοητοῖς δὲ δηλονότι. Διέβημεν τὸν Ἰορδάνην, ἀξιωθέντες τοῦ ἁγίου βαπτίσματος, εἰσήλθομεν εἰς τὴν τοῖς ἁγίοις ἐπηγγελμένην καὶ πρέπουσαν γῆν, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ διαμνημονεύει, λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Οὐκοῦν ἐπὶ καινοῖς κατορθώμασι, καινὸν ἔδει γενέσθαι τὸν ὕμνον παρὰ τῆς ἀρχῆς αὐτοῦ· τοῦτ' ἔστι, παρὰ τῶν ὑπ' αὐτῷ γεγονότων καὶ ἀρχομένων ὑπ' αὐτοῦ· γενέσθαι δὲ τὸν ὕμνον, ἤτοι τὴν αὐτῷ πρέπουσαν δοξολογίαν, οὐ κατά γε μόνην τὴν τῶν Ἰουδαίων χώραν, ἀλλὰ γὰρ ἀπ' ἄκρου τῆς γῆς εἰς ἄκρον δηλονότι, τοῦτ' ἔστιν, ἅπασαν τὴν ὑπ' οὐρανόν. Πάλαι μὲν γὰρ ἦν ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ