Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.865
Not analysed yet
δόξης ἐξαγγελεὺς ὁρᾶται γεγενημένος. Ποτὲ μὲν γὰρ τοὺς περὶ τῆς ἀῤῥήτου θεότητος αὐτοῦ ποιοῦνται λόγους, καὶ τὴν ὑπερκόσμιον ὑμνοῦσιν ἀρετὴν, οὐκ ἐν γεννητοῖς τιθέντες αὐτὸν, ἀλλ' ἐπέκεινα παντὸς τοῦ κεκλημένου πρὸς ὕπαρξιν, καὶ ἐν ταυτότητι φυσικῇ τῇ πρὸς Θεὸν καὶ Πατέρα· ποτὲ δὲ αὖ διηγοῦνται τὰς ὑπὲρ θαῦμα καὶ λόγον αὐτοῦ θεοσημείας. Τὸ γὰρ ἐγείρειν ἐκ μνημάτων νεκροὺς, καὶ τὸ ὡς ξηρᾷ κεχρῆσθαι θαλάσσῃ, βάσιμον αὐτὴν ἀποφαίνοντα τοῖς ἰδίοις ποσὶ, καὶ τὸ ἀνέμοις ἐπιτιμᾷν, καὶ λόγῳ συντρίβειν τὸν Σατανᾶν, θεοπρεπῆ τὴν δόξαν αὐτῷ πραγματεύεται. Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον· ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Πρόεισι καὶ νῦν ὁ λόγος ἐν τάξει πολλῇ, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν οἰκονομίαν. Ἔμελλον γὰρ οἱ τῶν τοῦ Σωτῆρος ἡμῶν θεσπισμάτων ἱερουργοὶ, τὰς ἀρετὰς αὐτοῦ διακηρύττειν τοῖς ἁπανταχοῦ, καὶ ἐν παῤῥησίᾳ πολλῇ τοὺς περί γε τούτων αὐτῶν ποιεῖσθαι λόγους. Ἀλλ' ἦν ἀναγκαῖον ἐννοεῖν, ὅτι πάντη τε καὶ πάντως ἀναστήσονται ταῖς οὕτω σεπταῖς αὐτῶν σπουδαῖς τε καὶ προθυμίαις οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ τοῦ Σωτῆρος δόξῃ πολυτρόπως ἐπιβουλεύοντες, ἄνδρες δηλονότι φθόροι τε καὶ δεισιδαίμονες, καὶ διαβολικῆς σκαιότητος ὄργανα, καὶ τῆς ἐκείνου δυστροπίας ὑπασπισταὶ, ἢ τάχα που σὺν αὐτοῖς καὶ αὐτὰ τῶν δαιμονίων τὰ στίφη, ἅτε δὴ καὶ κατασειομένης αὐτῶν τῆς δόξης, καὶ τῆς ἐκ πλεονεξίας πεπορισμένης ἀρχῆς. Κεκρατήκασι γὰρ ἐξ ἀπάτης τῆς ὑπ' οὐρανόν. Ὅτι τοίνυν ἀνάλωτοι γενήσονται τοῖς ἐχθροῖς, περιέσται δ' αὐτῶν οὐδεὶς Θεοῦ συνασπίζοντος, διαδείκνυσιν ὁ προφήτης ἐν τούτοις, λέγων, ὅτι Κύριος τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, καὶ τὸ, ἐξελεύσεται, φησὶν, ὡς ἐπί τινος τῶν ἐπὶ γῆς βασιλέων ταῖς τῶν πολεμίων φάλαγξιν ἀφορήτως ἐμπίπτοντος ὁμοῦ ταῖς ὑπὸ σκῆπτρα στρατιαῖς. Ὅτι δὲ περιέσται πάντως ὁ τῶν δυνάμεων Κύριος, ἐπέφηνεν, εἰπὼν, ὅτι συντρίψει πόλεμον. Οὐ γὰρ εὐάντητός τισιν ἡ παρὰ Θεοῦ δύναμις, μᾶλλον δὲ οὐδενὶ τῶν ὄντων οἰστὴ, κατεξανισταμένη, καὶ ἐμπίπτουσα, κἂν δυνάμεις ἐννοῶμεν πονηρὰς, κἂν αὐτὸν τὸν ἀποστάτην καὶ ἀλητήριον Σατανᾶν, κἂν ἐπιγείους τινὰς, οἷς ἀντ' ἐκείνων μέλοι· ἀλλ' οὖν ἔσονται ληπτοὶ, καὶ τοῦτο ἀπονητί γε μὴν καὶ ἀκονιτί. «Τὴν χεῖρα γὰρ τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Ὅτι τοίνυν τοῖς ἀνθισταμένοις τῷ χορῷ τῶν ἁγίων ἀποστόλων, οὐ πρὸς μόνους ἁγίους ἀγγέλους ὁ πόλεμος ἦν καὶ ἔστιν εἰς δεῦρο, ἀλλὰ γὰρ καὶ πρὸς αὐτὸν τὸν τῶν δυνάμεων Κύριον, πεπληροφόρηκεν ὁ προφήτης, αὐτὸν ἐξελεύσεσθαι λέγων, ἵνα συντρίψῃ πόλεμον. Ἐγερεῖ ζῆλον, φησὶ, τοῦτ' ἔστι, παροξυσμὸν, ἢ τὸν παρ' ἑαυτοῦ κατ' ἐχθρῶν, κατά γε τὸ γεγραμμένον ἐν τοῖς τοῦ Ζαχαρίου λόγοις· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν·» ἤγουν ἐκ τῶν ὑπεραθλούντων τῆς δόξης αὐτοῦ, δῆλον δὲ ὅτι τῶν σεβομένων αὐτὸν, ὧν ἕνα γενέσθαι καὶ ἀπόλεκτον τὸν ἱερώτατον