Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.864
Not analysed yet
τοίνυν οὔσης τῇ τῶν Ἰουδαίων γῇ τῆς πλατείας ἐρήμου τῆς κατὰ νότου κειμένης, ἣν δὴ κατενέμοντο τὰ Σαρακηνῶν καὶ Ἀῤῥάβων ἔθνη, τοὺς οἰκοῦντας ἐν αὐτῇ τεύξεσθαί φασι κατὰ καιροὺς τῆς διὰ Χριστοῦ χάριτος, καὶ σωτηρίας. Ὀνόματα δὲ ταῖς κώμαις, ἤτοι ταῖς πολίχναις, ταῖς κατά γέ φημι τὴν ἔρημον, ἀπαύλεις, καὶ Κηδὰρ, καὶ Πέτρα, κατὰ τὴν Ἀῤῥάβων γῆν καὶ εἰς δεῦρο κειμένη, οὕτω τε ὠνομασμένη. Δεισιδαιμονέστατοι δὲ, ὡς ἔφην, οἱ περὶ ὧν ὁ λόγος, ἤγουν οἱ τούτων οἰκήτορες, καὶ ὁλοτρόπως ἐκνενεύκασιν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἐπειδὴ δὲ ἔμελλον, ὡς ἔφην, ἐν μεθέξει γενέσθαι κλήσεώς τε καὶ σωτηρίας τῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ πίστεως τῆς ἐν Χριστῷ· ταύτῃτοι καὶ μάλα εἰκότως, ὡς ὡραίους ἔχων τοὺς πόδας ὁ προφήτης, ἐν τούτοις εὐαγγελίζεται γὰρ ἀγαθὰ, μονονουχὶ καὶ εἰς ὕψος αἴρει τὴν βοὴν, καί φησιν· «Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν.» Ἔνδειξις δὲ μεγάλη, καὶ ἀξιάγαστος τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως, καὶ ὑπεροχῆς τὸ χρῆμά ἐστι, τοῦ τὰς οὕτω σκληρὰς, καὶ ἀνουθετήτους καρδίας, εὐκόλως καταμαλάξαντος, καὶ ἀναπείσαντος μὲν τῆς ἀρχαίας ἀπάτης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ τὰ ἀμείνω, καὶ μεθαρμόζεσθαι πρὸς ἀλήθειαν. Καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ προκαταμεμήνυκε λέγων, ὅτι «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην, ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ' ἔστι, τρυφερὰν, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» Οὐκοῦν ὅτι κεκλήσονται καὶ αὐτοὶ, κατεσήμαινε λέγων· Εὐφράνθητι, ἔρημος, καὶ τὰ τούτοις ἐφεξῆς. Οἱ δέ γε ἀπ' ἄκρων τῶν ὀρέων βοῶντες, διδόντες τε τῷ Θεῷ δόξαν, καὶ ἐν ταῖς νήσοις ἀναγγέλλοντες τὰς ἀρετὰς αὐτοῦ, τίνες εἶεν ἂν, ἄξιοι ἰδεῖν. Λυπεῖ τοιγαροῦν οὐδὲν, καὶ αὐτοὺς νοεῖσθαι τοὺς κεκλημένους, οἱ Πέτραν οἰκοῦντες, ὑψηλὴν οὕτω καὶ ἠρμένην χώραν τε καὶ πόλιν, οὐκέτι μὲν ὕμνους καὶ ᾠδὰς ὑφαίνουσι τοῖς ψευδωνύμοις θεοῖς, δοξολογοῦσι δὲ μᾶλλον τὸν καταφωτίσαντα Θεὸν, καὶ σαγηνεύσαντα πρὸς ἀλήθειαν. Ἤγουν οἱ ἀπ' ἄκρων τῶν ὀρέων βοῶντες, λέγοιντ' ἂν εἶναι, καὶ μάλα ὀρθῶς, οἱ θεσπέσιοι μαθηταί. Οἷς καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Ὑψώσατε, μὴ φοβεῖσθε.» Διεκήρυττον γὰρ ἐν παῤῥησίᾳ πολλῇ, καὶ οὐδένα τῶν ὄντων λανθάνειν ἤθελον, ἀλλ' ἦσαν περίοπτοι τοῖς ἁπανταχοῦ, καθὰ πόλις ἐν ὄρει κειμένη· καὶ ὁ λόφος αὐτοῖς οὐκ ἐν παραβύστῳ, καὶ λεληθότως ἦν, ἀλλ' ἐν πολλῇ παῤῥησίᾳ, καθάπερ ἔφην ἀρτίως. Τοῦτο γὰρ αὐτοῖς καὶ αὐτὸς ὁ Σωτὴρ ἐνετέλλετο λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτία, εἴπατε ἐν τῶ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.» Ἐδίδοσαν τοίνυν τῷ Θεῷ δόξαν, καὶ ἀπήγγελλον αὐτοῦ τὰς ἀρετὰς ἐν ταῖς νήσοις. Ὁ γάρτοι τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν λόγος τῆς τοῦ Σωτῆρος