Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.873
Not analysed yet
νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ ὑπὸ χεῖρα γεγονότες τὴν ἐμὴν, καὶ μεσίτην λαχόντες Μωσέα, οἱ διαῤῥήδην ἀκούσαντες· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Οὗτοι τῆς τῶν ἐθνῶν πληθύος ἐν ἀγαθαῖς οὔσης ἐλπίσιν ἀπεστράφησαν εἰς τὰ ὀπίσω πρὸς τοὺς ἐν Αἰγύπτῳ μολυσμοὺς ἀνοσίως ὑπονοστήσαντες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀναλαβόντες τὸν μῶμον. Καὶ γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· «Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρεμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἔφη τι τοιοῦτον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὴν ἀρχαίαν ἀσέβειαν παλινδρομοῦντα δεικνύων τὸν Ἰσραήλ. «Ὅταν γὰρ, φησὶν, τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον ὑποστρέφει εἰς τὸν τόπον ὅθεν ἐξῆλθεν. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον. Τότε παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ. Καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.» Λελατρεύκασι μὲν γὰρ τοῖς Αἰγυπτίων θεοῖς, ἀλλ' ἐκβέβληται τὸ δαιμόνιον, κεκλημένων αὐτῶν πρὸς θεογνωσίαν, διά γέ φημι τοῦ νόμου· ἠῤῥωστήκασι δὲ τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαβολὴν, καὶ ἔτι χειρόνως, ὅτε τὸν φύσει Θεὸν εἰδότες γεγόνασιν ἀποστάται, θεοὺς τιμήσαντες τοὺς οὐκ ὄντας θεούς. Αἰσχύνθητε δὴ οὖν αἰσχύνην, φησὶ, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, καὶ τῆς ὑπὲρ πάντα θεότητος τὸ σεπτὸν ὄνομα, τοῦτ' ἔστι τὴν δόξαν, τοῖς χειροτμήτοις, καὶ χειροποιήτοις ἀνάπτοντες. Οἱ κωφοὶ, ἀκούσατε, καὶ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς κωφὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ τυφλοὶ, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξατε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Κωφοὺς καὶ τυφλοὺς τοὺς τοῖς εἰδώλοις λελατρευκότας εὖ μάλα φησίν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ.» Πρέποι δ' ἂν ἡ τοῦ λόγου δύναμις ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ μετὸν αὐτοῖς τὸ θεῖον εἰς νοῦν καταπλουτῆσαι φῶς, ἐνιέντος αὐτοῖς τοῦ νόμου τῆς θεογνωσίας τὴν ἔλλαμψιν, ἠγάπησαν ἀνοήτως τὸ ἐν σκότῳ περιπατεῖν, καὶ τοῖς τῆς ἀπάτης ἐγκαθιέσθαι βρόχοις. Τυφλοὶ δὲ δὴ καὶ ἑτέρως. Ἀπείργοντος γὰρ οὐδενὸς ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁρᾷν τὸν τούτων Δημιουργόν· ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θεότης·» εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὥστε τοῖς χωνευτοῖς λέγειν· «Ὑμεῖς ἐστε οἱ θεοὶ ἡμῶν.» Ὅτι γὰρ οὐ περὶ τῆς τῶν ἐθνῶν πληθύος ὁ λόγος ἐστὶ τῷ προφήτῃ νυνὶ, ἀλλὰ περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, διέδειξεν εἰπών· Καὶ τίς τυ-