Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.876
Not analysed yet
φλὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ κουφοὶ, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Τετύφλωνται μὲν γὰρ ἡ ὑπὸ χεῖρα πληθὺς ταῖς τῶν ποδηγῶν ῥᾳθυμίαις εἰς τοῦτο πεσοῦσα. Αὐτοὶ γὰρ ἦσαν οἱ τῆς ἀμαθίας αὐτοῖς παραίτιοι γεγονότες, καὶ τοῦ πλανᾶσθαι καθηγηταί. Κουφοὶ δὲ ἦσαν οἱ κυριεύοντες αὐτῶν· τοῦτ' ἔστιν, οἱ καθηγεῖσθαι λαχόντες· καίτοι γὰρ ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ πείρας ἐλάσαντες μακρᾶς, ἐτράποντο πρὸς ἀπόστασιν. Οὐ γὰρ ἤθελον ὑπακούειν Θεῷ, λέγοντι σαφῶς· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Ἐπειδὴ δὲ τῶν ἐμῶν θεσπισμάτων ὄντες ἐπιστήμονες ὁμοῦ τοῖς ὑπεζευγμένοις κατῴχοντο πρὸς ἀπόστασιν, μονονουχὶ καταπλήττεται, λέγων· «Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.» Καὶ ποία γέγονεν αὐτοῖς ἡ τῆς τυφλώσεως ἀφορμή; Ἑκόντες, φησὶ, παρηνέχθητε πρὸς τοῦτο. Ἐξὸν γὰρ πλειστάκις ἑωρακότας φυλάξασθαι, καὶ ἀκούειν εἰδότας ἤτοι συνιέντας τὰ γεγραμμένα, οὐκ ἐφυλάξασθε παθεῖν τὴν ἀπόφασιν, οὔτε μὴν μελέτην ἐποιήσασθε τὴν εὐπάθειαν, κατευρύνοντες ὥσπερ τοῖς ἱεροῖς νόμοις τὴν ἀκοήν. Ἀπροφάσιστα δὴ οὖν τὰ τῶν Ἰουδαίων ἐγκλήματα. Καίτοι γὰρ μετὸν εἰδέναι τὸ ἀληθὲς, καὶ χειραγωγὸν εἰς τοῦτο λαχόντας τὸν νόμον, ἐν ἴσῳ γεγόνασι τοῖς οὐκ ἔχουσιν ὀφθαλμοὺς καὶ τὰ ὦτα προκείμενα μάτην τῇ κεφαλῇ, διὰ τὸ μὴ βούλεσθαι τῶν ἱερῶν ἐπακροᾶσθαι νόμων. Κύριος ὁ Θεὸς ἐβούλετο, ἵνα δικαιωθῇ, καὶ μεγαλύνῃ αἴνεσιν. Ἐξειλόμην, φησὶ, τῆς Αἰγυπτίων πλεονεξίας αὐτοὺς, ἠλευθέρωσα παρὰ τὸ εἰκὸς ἀλλοτρίοις θητεύοντας· ἐπαιδαγώγησα διὰ νόμου πρὸς θεογνωσίαν· εὐκοσμίας αὐτοῖς ἐπιστάτην δέδωκα Μωσέα. Σκοπὸς γὰρ ἦν ἐμοὶ τῷ Κυρίῳ τῶν ὅλων δικαιοσύνης ἐργάτην, καὶ ἀρίστων ἔργων ἐπιμελητὴν ἀποφῆναι τὸν Ἰσραὴλ, ἵν' εἰς αἴσθησιν ἐνηνεγμένος τῶν δωρηθέντων αὐτῷ παρ' ἐμοῦ, μεγαλύνῃ αἴνεσιν, τοῦτ' ἔστιν, ἀκαταλήκτως δοξολογήσειεν ἐμὲ, δηλονότι τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύτανιν, καὶ ὧν πεπλουτήκασι χορηγὸν γεγονότα. Ἀλλ' οὐδενὸς τῶν τοιούτων εἰς αἴσθησιν ἐνηνεγμένοι, πονηρὰ ἀντὶ ἀγαθῶν ἐκτετίκασι τῷ Δεσπότῃ, καὶ τῶν αὐτοῦ ζυγῶν ὑπεκλύσαντες τὸν αὐχένα, δεδουλεύκασι τῷ Σατανᾷ, καὶ τοῖς τῆς πολυθέου πλάνης βορβόροις ἐγκαλινδούμενοι βδελυροὶ γεγόνασι, καὶ ἀπηχθημένοι παρά γε τῷ φιλαρέτῳ Θεῷ. Τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη καὶ ἑτέρωθί που περὶ αὐτῶν ὡς περὶ ἀμπέλου· «Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Καὶ εἶδον, καὶ ἐγένετο λαὸς πεπρονομευμένος. Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτοὺς, ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος. Εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῶν τοῖς πατράσι συμβεβηκότων, διά τοι τὸ ἁλῶναι βρόχοις τοῖς τῆς ἐπαράτου πολυθείας. Πέπραχε δὲ τοῦτο οὐ μάτην, ἀλλ' ἵν' ἀποφήνῃ σωφρονεστέρους τὰ ἴσα τοῖς πάλαι παθεῖν δεδιότας. Ἐπειδὴ γὰρ, φησὶ, γεγόνασι τυφλοὶ