Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.877
Not analysed yet
καὶ κωφοὶ, παρωσάμενοι μὲν τὸ λατρεύειν Θεῷ, ξύλοις δὲ καὶ λίθοις τὸ σέβας ἀνῆπτον. Εἶδον μὲν οὖν τοῦτο ἐγὼ, γέγονε δὲ ὁ λαὸς πεπρονομευμένος, καὶ διηρπασμένος. Ὅτε γὰρ ἐπισκέπτεται Θεὸς τὰ τῶν ἀφορήτως δυσσεβούντων ἐγκλήματα, τότε καὶ δίκας ἐπάγει τὰς ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασι. Διηρπάσθη τοίνυν ὁ λαὸς, καὶ γέγονε τοῖς ἐχθροῖς προνομή· καὶ διὰ ποίαν αἰτίαν; ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτούς. Τίνας δὲ αὐτούς; Χωνευτοὺς δηλονότι θεούς. Ὑποπλαττόμενοι γὰρ τὸ θεοσεβεῖν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ τοῖς νομίμοις θεσπίσμασι τό γε ἧκον εἰς τοὐμφανὲς ὑποτιθέντες τὸν αὐχένα, τῆς ἀποστασίας τὴν νόσον εἰς νοῦν ἔκρυπτον καὶ καρδίαν, προσκυνοῦντες τοῖς οὐκ οὖσι θεοῖς· καὶ τούτους ἐν τοῖς ταμείοις τῶν ἰδίων οἴκων ἐγκατακλείοντες λαθραίας ἐποιοῦντο τὰς τῶν θυσιῶν προσαγωγάς. Γέγραπται γοῦν ἐν τῷ Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ. Καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ' αὐτοῦ κύκλῳ. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;» Ἄθρει δὴ οὖν ὅπως ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ τὴν γενομένην αὐτῷ παγίδα, τοῦτ' ἔστι, τὴν εἰδωλολατρείαν κειμένην ἔχων, ὑπεπλάττετο τὴν τῶν νόμων αἰδῶ. Ταύτῃτοί φησιν· Ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων, Ἀπόδος. Θεοῦ γὰρ οὐκ ἐπαμύνοντος, τίς αὐτοὺς ἐξείλετο τῆς οὕτω βαρείας καὶ ἀνηκέστου συμφορᾶς; οὐκ ἐπιπλήττοντος δὲ τοῖς διαρπάζουσι, τίς ἂν αὐτοῖς ἔφη τὸ, Ἀπόδος; Οὐ γὰρ ἐζήτησε Θεὸς ὡς ἴδιον ἔτι κλῆρον, παρῆκε δὲ μᾶλλον ὡς ἀλλότριον γεγονότα αὐτοῦ διὰ τοῦ προσνεῦσαι τοῖς οὐκ οὖσι θεοῖς. Ἔοικε δὲ διὰ τούτων τὸν τῆς αἰχμαλωσίας ὑποφαίνειν καιρὸν, ὃν διατετελέκασιν οἱ ἐξ Ἰσραὴλ ὑπὸ χεῖρα πεσόντες ἐχθρῶν. Μέχρι γὰρ ἔτους ἑβδομηκοστοῦ οὐκ ἦν ὁ ἐξαιρούμενος αὐτοὺς, οὔτε μὴν τοῖς διαρπάσασι λέγων, Ἀπόδος. Οἰκονομικῶς δὲ σφόδρα μετά γε τὸ φάναι τῶν ἐθνῶν τὴν κλῆσιν, τὰ ἐφ' οἷς ἐκβέβληνται τῆς πρὸς Θεὸν οἰκειότητος οἱ ἐξ Ἰσραὴλ, εἴρηται σαφῶς, ἵνα δικαίᾳ ψήφῳ φαίνηται Θεὸς πανταχοῦ κεχρημένος. Ἔδει γὰρ, ἔδει τοὺς τὴν εἰς Θεὸν ἀσέβειαν τιμήσαντας, ἔξω γενέσθαι τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἀγάπης· τούς γε μὴν ἐξ ἀμαθίας τοῖς τῆς ἁμαρτίας βόθροις ἐνειλημμένους, καὶ ὑπὸ χεῖρα πεσόντας διαβολικὴν, κατοικτειρῆσαι παρὰ τοῦ πάντων Δημιουργοῦ, καλουμένους εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ εἰς τὸ τῆς ἀληθείας φῶς. Τοῦτο γάρ που καὶ διὰ τοῦ πανσόφου Μωσέως εὑρίσκεται λέγων· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώξυνάν με ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν. Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι «Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν παρεζήλωσαν