Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.881
Not analysed yet
τήκασιν ἐχθρῶν, δεινὴν καὶ δυσάντητον ἐσχήκασι χεῖρα καὶ διαβόητον ἐπὶ τούτῳ τὴν δόξαν. Ὅπλον δὲ ἦν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, ὁ ἱστὰς μὲν τοῦ ἡλίου καὶ σελήνης δρόμον, κατά γε τῆς Γαβαὼν, ἐπαφιεὶς δὲ χαλάζας τοῖς ἀλλοφύλοις ἐξ οὐρανοῦ καὶ εἰς λῆξιν πάσης εὐκλείας τὸν οἰκεῖον ἀναβιβάζων λαόν. Τίς τοίνυν, φησὶ, τὸν διαβόητον Ἰσραὴλ, τὸν ἀξιοζήλωτον Ἰακὼβ, τὸν ἀνάλωτον ἐχθροῖς, τὸν εὐσθενῆ τε καὶ μαχιμώτατον, καὶ ἀεὶ νικᾷν εἰωθότα δέδωκεν εἰς διαρπαγὴν, καὶ τοῖς προνομεύουσι; Πῶς ἠσθένησεν ὁ νικᾶσθαι μὴ εἰδώς; Πῶς ὑπηνέχθη, καὶ γέγονεν ὑπὸ πόδας τῶν ἀνθεστηκότων ὁ πᾶσιν ὑψοῦ, καὶ ἄθραυστον ἀνατείνων τὸ κέρας; Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τοὺς μετ' ἐκείνους ἡμᾶς μὴ ἀγνοῆσαι τὰς αἰτίας τοῦ παραδεδόσθαι τὸν οὕτω λαμπρὸν, καὶ ἐξῃρημένον λαὸν, ἐπήνεγκεν ἀναγκαίως· Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Ἡ δὲ ἐπὶ τοῖς ἀμφιλόγοις ἐρώτησις ὁμολογίαν ἔχει σαφῆ τοῦ πράγματος. Θεὸς γάρ που πάντως ὁ δοὺς αὐτὸν, καὶ τὴν τοῖς ἐγκλήμασιν πρέπουσαν ἐπαρτήσας ὀργήν. Ταύτῃτοι τοίνυν κατίσχυσεν αὐτοὺς πόλεμος. Ἀσύνηθες δὲ τοῦτο τοῖς ἐξ Ἰσραὴλ, ἀεὶ γὰρ κεκρατήκασι συνασπίζοντος Θεοῦ. Ἐπειδὴ δὲ εἰς τοὺς θείους αὐτοῦ πεπαρῳνήκασι νόμους, ἔρημοι γεγόνασιν αὐχημάτων τῶν πάλαι. Πεπτώκασιν εἰς τὸ ἀδρανὲς, κατεκομίσθησαν εἰς τὸ ἄναλκες· κύκλῳ γεγόνασιν αὐτῶν οἱ συμφλέγοντες, καὶ οἷόν τινι πυρὶ δαπανῶντες αὐτοὺς τῷ μεγέθει τῶν ἐπενηνεγμένων, ἤγουν καταπιμπράντες αὐτῶν τὰς πόλεις, κατὰ τὸ ἑτέρωθί που σαφῶς εἰρημένον Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πλὴν οὐκ ἔγνωσαν, φησὶν, ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν· ἀναισθησίας ἐν τούτοις ὑπομένουσι γραφήν. Ἄρτιοι μὲν γὰρ εἰς σύνεσιν εἶεν ἂν οἱ τὸ προσκρούειν Θεῷ παραιτούμενοι, καὶ τοῦ παθεῖν τι τῶν ἐξ ὀργῆς ἔξω τείνοντες πόδα, διά γε τὸ τρυφερὸν ὑπέχειν αὐτῷ τὸν αὐχένα. Οἵ γε μὴν, καὶ ἐν αὐτῷ γεγονότες τῷ παθεῖν ἐξ ἀνθρωπίνων ὀλισθημάτων, εἰ μὴ αἰσθάνοιντο τῶν ἐπενηνεγμένων, ἁπάσης ἂν εἶεν ἐλπίδος ἀγαθῆς οἱ τοιοίδε μακράν. Ὅτι δὲ καὶ τοῖς τοιούτοις ἐγκλήμασιν ἔνοχοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ, καταθρήσαι τις ἂν Ἱερεμίου λέγοντος πρὸς τὸν τῶν ὅλων Θεόν· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν, ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Μεμνήμεθα ὅτι μετὰ τὸ ἁλῶναι τὴν Ἱερουσαλὴμ, ἀποκομισθῆναι δὲ καὶ αἰχμάλωτον τὸν Ἰσραὴλ, τοῖς περιλελειμμένοις ὁ προφήτης Ἱερεμίας προσελάλει τὰ περὶ Θεοῦ λέγοντος μὴ κατελθεῖν εἰς Αἴγυπτον. Εἶτα πρὸς αὐτῶν αἱ γυναῖκες ἀναίδην ἔφασκον, μᾶλλον δὲ οὐδ' εἰς αἴσθησιν ἐνηνεγμέναι τῆς ὀργῆς, ὅτι, Οὐκ ἀπέστειλέ σε Κύριος. Προσεπήγαγον δὲ τούτοις τὰ ἐξ ἀκράτου φρενοβλαβείας. Ἐπειδὴ γὰρ, ἔφασκον, διελείπομεν θύουσαι τῇ βασιλίδι τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Ἀληθὲς οὖν ἄρα τὸ εἰρημένον, ὅτι Οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχὴν, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ περιεχόντων καταφλεγόντων παντελῶς αὐτούς.