Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.884
Not analysed yet
Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ ποιήσας σε, Ἰακὼβ, ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε· ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος, Ἰσραὴλ, ὁ σώζων σε. Ἄγασθαι καὶ νῦν ἀναγκαῖον τοῦ φιλοικτίρμονος Θεοῦ. Ἀγαθὸς γὰρ ὑπάρχων φύσει, καὶ τῶν ὅλων Δημιουργὸς, κἂν εἰ γένοιτό τις ἀνάγκη πρὸς ἀπόνηψιν ἐγκλημάτων καταπέσαι τινὰς τοῖς ἐκ δικαίας ὀργῆς κινήμασι, μεταφοιτᾷ πρὸς ἔλεον, καὶ οὐκ εἰς μακρὰν, καὶ ὁ πλήξας μοτοῖ, καὶ ἀποφέρει τὴν μάστιγα, καὶ ἀνακτᾶται μεταγινώσκοντας, καὶ ἀνίστησιν ἡμᾶς ὠλισθηκότας, καὶ τοῖς τῷ παθεῖν ἐνειλημμένοις χεῖρα νέμει σωτήριον, συμφορᾶς ἁπάσης ἐξέλκων αὐτοὺς, καὶ μεθιστὰς εἰς εὐημερίαν. Ἄθρει γὰρ ὅπως εἰς λήθην ὥσπερ τῶν διεπταισμένων ἔρχεται, καὶ θεοπρεπέσιν ἀμνηστίαις ἀφανίζειν ὑπισχνεῖται τὰ ἐγκλήματα προτιθεὶς αὐτοῖς ἀρχὴν ὥσπερ ἑτέραν καιροῦ πρὸς εὐθυμίαν αὐτοὺς ἀναφέροντος. Καὶ γοῦν τοιοῦτον εἶναί φαμεν τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Ὥσπερ γὰρ ἐκεῖ τὸ Σήμερον ἀρχὴν ὁρίζει καιρῶν ἑτέρων. οὕτω κἀνθάδε τὸ Νῦν ἀμνηστίας ὑπόθεσιν ἔχει τῶν ἤδη προειρημένων. Ἀναβιβάζει δὲ πρὸς ἀρχὴν ὁδοῦ, καὶ πραγμάτων ἑτέρων ἐσομένων παρὰ Θεοῦ. Οὐκοῦν οὐκ ἐᾷ ταῖς εἰς ἅπαν εὐθυμίαις αὐτοὺς καταμαραίνεσθαι, οὔτε μὴν ἀτελεύτητον ποιεῖται τὴν ἀποστροφὴν, ἐξίστησι δὲ καὶ φόβου παντὸς, καὶ δίδωσι τὸ θαῤῥεῖν, ὅτι τεύξεται παντὸς ἀγαθοῦ, μεθιστάντος Θεοῦ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον τῶν κατ' αὐτοὺς πραγμάτων τὴν φύσιν. Ἐλυτρωσάμην γάρ σε, φησίν· καὶ τίνα τρόπον σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι Ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Ἐν αὐτῷ γὰρ ἡ πάντων λύτρωσις, ἄφεσίς τε καὶ ἀμνηστία τῶν πάλαι, καὶ ὁ τῆς πνευματικῆς οἰκειώσεως τρόπος, τῆς πρός γέ φημι πρὸς αὐτὸν, δι' ἁγιασμοῦ τελούμενος, ἀναφέροντος ἡμᾶς εἰς κοινωνίαν τοῦ Θεοῦ καὶ Πατρός. Διὰ τοῦτό φησιν· Ἐκάλεσά σε τὸ ὄνομά σου· καὶ ποῖον; τοῦτ' ἔστιν, Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι λεγόμεθα, καὶ τοῦτό ἐστι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Ἰστέον δὲ ὅτι καὶ ἐν ἑτέρᾳ φέρεται Γραφῇ· Ἐκάλεσά σε τῷ ὀνόματί μου· πλὴν τὸ Ἐμὸς εἶ σὺ, τιθείς τε καὶ λέγων, ἔλυσε τὴν ἀλλοτρίωσιν, ἢν ὑπομένειν ἔθος τοὺς ἁμαρτίαις ἐνισχημένους. Οὐ γὰρ εἰσὶν ἐκεῖνοι Θεοῦ, καίτοι κατεξουσιάζοντος τῶν ὅλων, ἐξίστησι δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος ἡ πρὸς τὰ φαῦλα διάθεσις. Ταύτῃτοί φαμεν οὐκ εἶναι Θεοῦ τοὺς ὄντας ἐν μολυσμοῖς. Οὐκοῦν οἰκειώσεως ἔμφασις εἴη ἂν τῆς πνευματικῆς τὸ, Ἐμὸς εἶ σύ. Ὑπισχνεῖται δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἐπικουρίαν,