Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.888
Not analysed yet
γὰρ τοὺς Αἰγυπτίους ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῆ. Ἔφη γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι μαχαίρας μού ἐστε. Εἰσεδεξάμην τοίνυν ἀντὶ σοῦ, φησὶ, τοὺς ἐν μολυσμοῖς ὄντας δεινοῖς, μόνον δὲ οὐχὶ καὶ ἀναπόβλητον ἔχοντας τὴν ἀκαθαρσίαν. Πλὴν ἀφ' οὗ ἔντιμος ἐγένου, ἐναντίον μου ἐδοξάσθης. Οὐ γὰρ ἔμεινεν ὁ Ἰσραὴλ ἐν ἀποστροφῇ τε καὶ ἀτιμίᾳ διηνεκεῖ. Κληθήσεται γὰρ καὶ αὐτὸς διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ τῆς τῶν ἁγίων δόξης κοινωνὸς ἔσται, καὶ μέτοχος. Ἐδοξάσθης γὰρ, φησὶ, κἀγώ σε ἠγάπησα. Τὸ δὲ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου, καταδηλοῦν ἔοικεν, ὅτι κεκλημένων κατὰ καιροὺς εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ τῶν ἐξ Ἰσραὴλ, πλεῖστοί τινες ἔσονται μυσταγωγεῖν εἰδότες αὐτοὺς, ἄνθρωποι σοφοὶ καὶ ἐλλογιμώτατοι. Ὑπὲρ σοῦ γὰρ ποιῶν, φησὶ, δώσω πολλοὺς ἀνθρώπους. Δώσω δὲ καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς· κεφαλὴ δὲ τῶν πιστευόντων Χριστὸς, εἰς ὃν πᾶσα βλέπει μυσταγωγία παρὰ τῶν εἰς τὸ καθηγεῖσθαι λαῶν ἀγομένων κατὰ καιροὺς, ψήφῳ δηλονότι τῇ παρ' αὐτοῦ. Οὐκοῦν τὸ, ὑπὲρ σοῦ, κατασημαίνειεν ἂν τὸ, ὑπὲρ τοῦ χρησίμου καὶ τελοῦντος εἰς ὄνησίν σοι τῷ μανθάνοντι τὸ σεπτὸν καὶ μέγα μυστήριον τῆς σῆς κεφαλῆς, τοῦτ' ἔστι Χριστοῦ. Ἤγουν καὶ καθ' ἕτερον συνήσεις τρόπον τὸ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Γέγονας γὰρ ἀπόκλητος, φησὶ, καὶ ἐξῳκισμένος, καὶ τῆς πρὸς ἐμὲ φιλίας τε καὶ οἰκειότητος ἀλλότριος παντελῶς. Ταύτῃτοι, καὶ εἰς ἀντάλλαγμά σου τὰ εἰς ἔσχατα ἥκοντα διαβολῆς τῶν ἐθνῶν ἐδεξάμην. Ἀλλ' ἀφ' οὗ ἔντιμος ἐγένου ἐναντίον μου, πιστεύσας δηλονότι, καὶ τὴν ἐπὶ τούτῳ δόξαν εὑράμενος, ἠγάπησά σε. Ἠγάπησα δὲ οὕτως, ὥστε καὶ εἰ γένοιτο καιρός; ἢ χρεία τοῦ πολλοὺς ἀνθρώπους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς δοθῆναι κεφαλῆς, δοίην ἄν. Ἔστι γὰρ ὑποθετικὸς ὁ λόγος, καὶ πλείστην ὅσην τὴν ἔμφασιν ἔχων τοῦ τετιμῆσθαι παρὰ Θεοῦ τὸν Ἰσραὴλ, δίδωσί γε μὴν τὸ θαῤῥεῖν ἀραρότως, ὡς ἐν παντὶ καλῷ πάντη τε καὶ πάντως συνόντος Θεοῦ· Μετὰ σοῦ γὰρ εἰμί. Ἀπόχρη δὲ τοῦτο αὐτοῖς πρὸς πᾶσαν εὐημερίαν· Θεοῦ γὰρ συνόντος, ἐκποδὼν μὲν ἔσται τὰ μοχθηρὰ, ἅπας δὲ τρόπος ἡμῖν εὐθυμίας καὶ τερπωλῆς ἤτ' οὖν χαρᾶς ἀντεισκρίνεται. Ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ἐρῶ τῷ Βοῤῥᾷ· Ἄγε, καὶ τῷ Λιβί· Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρων τῆς γῆς, πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. Ἐπέφανε τοῖς ἐπὶ γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς, τοῦτ' ἔστι, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν' Ἕλληνάς τε καὶ Ἰουδαίους διὰ πολλῶν τε καὶ ποικίλων ὀλισθημάτων κατακομισθέντας εἰς ἀπόστασιν, τὴν ἀπό γε φημὶ τοῦ πάντων Δημιουργοῦ, συνελάσῃ πρὸς θεογνωσίαν τὴν ἀληθινὴν καὶ ἀμώμητον, συναγάγῃ δὲ καὶ εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως καὶ ἁγιασμοῦ, τελουμένης εὖ μάλα