Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.889.1
Not analysed yet
καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος, ἀξίους ὄντας ἀποφήνῃ λοιπὸν, οὕτω τε συνάψῃ δι' ἑαυτοῦ τῷ Θεῷ, καὶ Πατρί. Ὅτι γὰρ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐνηνθρώπησεν ὁ Χριστὸς, χαλεπὸν οὐδὲν κατιδεῖν δι' ἁγίων εὐαγγελικῶν Γραμμάτων. Ἀνεβίω μὲν γὰρ παραδόξως ὁ Λάζαρος ἐκ νεκρῶν· ἡ δέ γε τῶν ἀνοσίων Ἰουδαίων πληθὺς, ἤτοι τὸ τῶν Φαρισαίων θεομισὲς ἐργαστήριον, συνήδρευόν τε καὶ ἔφασκον· «Τί ποιοῦμεν; ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ ποιεῖ σημεῖα. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Εἶτα τούτοις ἐπήγαγεν εὐθὺς ὁ θεσπέσιος εὐαγγελιστής· «Ταῦτα δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ' ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν, καὶ τὸν ἐπ' αὐτῷ σκοπὸν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν, τέκνα ἅπαντες ἦσαν αὐτοῦ. Κατεσκέδασε δ', ὡς ἔφην, ἅπαντας ὁ Σατανᾶς εἰς πολύτροπον ἁμαρτίαν, ἀπεβουκόλησέ τε τῆς πρὸς αὐτὸν οἰκειότητος κατενεγκὼν εἰς πλάνησιν· πλὴν συνεκόμισεν ἅπαντας ὁ Χριστός. Ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός. Τοῦτό τοι καὶ διὰ τῶν προκειμένων σημαίνεται. Ὑπισχνεῖται γὰρ τῇ ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων συνεγηγερμένῃ συναγωγῇ, ἤγουν ἐκκλησίᾳ, συγκομίζειν ἅπαντας τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ ἐκ Βοῤῥᾶ, καὶ Λιβὸς, ἤτοι Νότου, ἵνα ἐντεῦθεν ἐννοῇς τὸ ἐκ παντὸς κλίματος τῆς ὑπ' οὐρανόν. Ἠὼς γὰρ καὶ δύσις, βοῤῥᾶς, καὶ Νότος, τουτὶ δή που πάντως ἡμῖν ὑπεμφήνειεν ἄν· λέγων· Ἄγε μὴν, τῷ Βοῤῥᾷ, τῷ δὲ Λιβὶ, Μὴ κώλυε, δίδωσί πως ἐννοεῖν, ὅτι τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων τὴν ἀντίστασιν οὐκ ἐᾷ τοῖς πρὸς αὐτὸν ἰοῦσιν ἀντιφέρεσθαι νοητῶς. Καθὰ καὶ πάλαι οἷά τις τύραννος ὠμός τε καὶ ἀλαζὼν κατεφύετο τῶν ἐπὶ γῆς ὁ ἀλητήριος Σατανᾶς ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς, οὐκ ἐῶν ἀναβλέψαι πρὸς ἀλήθειαν, ἤγουν ἰέναι πρὸς Θεὸν δι' ἐπιστροφῆς. Πέπαυται δὲ καὶ τοῦτο διὰ Χριστοῦ, καταλειαίνοντος μὲν τοῖς κεκλημένοις τὴν εἰς σωτηρίαν ὁδὸν, ἅπαν δὲ τὸ παρὰ πόδας κείμενον, οἷον ἐκ μέσου γενέσθαι παρασκευάζοντος. Ὀνομάζων δὲ υἱοὺς, καὶ θυγατέρας ἐκ τῶν τεσσάρων τρέχοντας κλιμάτων, τῆς Χριστοῦ παρουσίας ἐμφανῆ καθίστησι τὸν καιρὸν, καθ' ὃν δέδοται τοῖς ἐπὶ τῆς γῆς τῆς υἱοθεσίας ἡ χάρις δι' ἁγιασμοῦ ἐν Πνεύματι. Ὅτι δὲ οὐκ ἔθνους ἑνὸς, κοινὴ δὲ καὶ μία πάντων γέγονεν ἡ κλῆσις, ὑπέφηνεν εἰπὼν, Πάντας, ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. Ὠνομάσμεθα γὰρ Χριστιανοὶ, ἤτοι λαὸς Θεοῦ. Οὕτω γάρ που καὶ ὁ Πέτρος τοῖς κεκλημένοις διὰ τῆς πίστεως ἐπιστέλλει καί φησιν· «Ὑμεῖς δὲ, γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα· ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ.»