Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.893
Not analysed yet
φησὶν, ἔθους ὅντος τοιούτου τῇ θεοπνεύστῳ Γραφῇ. Τὰ γὰρ πάντη τε καὶ πάντως ἐσόμενα, καὶ ὡς ἤδη γεγονότα τίθησιν ἔσθ' ὅτε. Εἴρηται γοῦν ὡς ἐκ προσώπου Χριστοῦ διὰ μὲν τῆς Ἡσαΐου φωνῆς· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, ἀντὶ τοῦ, δώσω. Καὶ διά γε τοῦ Ψάλλοντος· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,» ὅπερ καὶ γέγονεν ἐν καιρῷ τῆς· ἐπιδημίας. Οὐκοῦν ἐπισυναχθήσονται, φησὶ, πάντα τὰ ἔθνη, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ ἔσονται καὶ ἄρχοντες ἐξ αὐτῶν, τοῦτ' ἔστι, λαῶν ἡγούμενοι, καὶ μυσταγωγοὶ, καὶ οἵ ποτε πλανώμενοι, καὶ ἐν σκότῳ κείμενοι βαθείᾳ, φωτὸς ἔσονται τοῦ θείου πρόξενοι τοῖς παρ' αὐτῶν μυσταγωγουμένοις. Ἔφη τι τοιοῦτον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ Μελῳδός· «Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.» Ὥσπερ γὰρ ἀμέτρητον καὶ βαθὺν ἠῤῥώστησε σκότον ἐν τῷ τῆς πλάνης καιρῷ, οὕτω πάλιν ὑπέρλαμπρος γέγονε, καὶ ὑπερφυῶς λελευκαμένη. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος· «Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Διαμνημονεύσας ἄπαξ τῶν ἐθνῶν, ἤτοι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν ἀληθείας, ἐξυφαίνει τινὰ τρόπον μυσταγωγίας αὐτοῖς, καταγορεύοντα μὲν οὐ μικρῶς τῆς τῶν δαιμονίων ἀπάτης, οὐδὲν δὲ οὖσαν παντελῶς τὴν εἰδώλων ποίησιν ἀποφαίνοντα· τὸ μὲν γὰρ εἰδέναι τὰ πάντα ἐξ ἀρχῆς μέχρι τέλους, πρέποι ἂν μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ. Πᾶσα γὰρ σύνεσις ἐξ αὐτοῦ, καὶ γνώσεως ἁπάσης ἐστὶ πηγὴ, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ σοφίας καὶ γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Εἰ δέ τις, καὶ τῶν ἐσομένων ἐσχηκὼς εὑρίσκεται γνῶσιν, ἐξ ἀποκαλύψεως τῆς παρ' αὐτοῦ τὸ δῶρον ὁρᾶται λαβών. Προσδιαλέγεται τοίνυν, ὡς ἔφην, τοῖς ἐξ ἐθνῶν, καὶ δὴ καί φησι· Πάντα μὲν ὑμῖν τὰ ἐσόμενα, καὶ ὅτι κληθήσεσθε μὲν κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας, διήγγελκά τε καὶ ἔφην ἐγώ· ἕτερος δὲ τίς ταῦτα ὑμῖν ἀπαγγελεῖ, ἤγουν ὁρᾶται διειρηκώς; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Ἐγὼ μὲν γὰρ, φησὶ, λελάληκα διὰ προφητῶν· προεκήρυξα τὰ ἐσόμενα κατὰ καιροὺς, δι' ἀνδρῶν ἁγίων, καὶ ἔχω μάρτυρας τοῦ προειδέναι τὰ ἐσόμενα τοὺς ταῖς ἐμαῖς διακονησαμένους φωναῖς. Τίνες δ' ἂν μαρτυρήσειαν τοῖς δαίμοσιν, ἤτοι τοῖς ἀψύχοις εἰδώλοις, ὡς εἰρηκόσι τοιοῦτον δι' αὐτῶν; Πλεῖστοι μὲν γὰρ οἱ παρ' Ἕλλησι λογάδες εἰσὶ καὶ ποιηταὶ, ἔφη δ' ὅλως ἐξ αὐτῶν οὐδεὶς ὡς παρά γε τῶν ἰδίων θεῶν, ὅτι ταῦτα συμβήσεται κατὰ καιροὺς αὐτοῖς· οὔτε μὴν ἐπαθρήσαι τις ἂν προαπηγγελκότα τινὰ τῶν παρ' Ἕλλησι σοφῶν, ὅτι τῆς πεπορισμένης αὐτῷ δόξης ἐκ πλεονεξίας ἐξωσθήσεται κατὰ καιροὺς ὁ Σατανᾶς, ἤγουν ὅτι καταφαιδρυνθήσεται διὰ πίστεως τῆς εἰς Χριστὸν ἡ ὑπ' οὐ-