Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.892
Not analysed yet
Ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα, καὶ ἐποίησα αὐτόν. Καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως τυφλοὶ, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ πιστώσεται γράφων ὁ ἱερώτατος Παῦλος· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε.» Γράφει δὲ καὶ τοῖς εἰς καινότητα κεκλημένοις, δῆλον δὲ ὅτι τὴν πνευματικήν· «Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ τέλειον, καὶ εὐάρεστον.» Ἀνεκαινίσθημεν γὰρ ἐν Χριστῷ, δι' ἁγιασμοῦ πρὸς τὸ ἀρχαῖον τῆς φύσεως ἀναφοιτήσαντες κάλλος, τὸ κατ' εἰκόνα δηλονότι τοῦ *ἐκ τῆς ἁμαρτίας, καὶ ἁπάσης φαυλότητος ἀποβαλόντες παλαίωσιν· ἀπεδυσάμεθα δὲ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνεδυσάμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Πλὴν ἐν Χριστῷ γέγονεν ὁ ἀναπλασμὸς καὶ ἡ καλουμένη καινὴ κτίσις, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς ἐσχήκαμεν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ μένοντος. Τὸν τοίνυν λαὸν τὸν ἐκ τεσσάρων τῆς ὑπ' οὐρανὸν κλιμάτων συνειλεγμένον ἐπικληθέντα τε τῷ ὀνόματί μου οὐχ ἕτερός τις, ἀλλ' ἐγὼ μᾶλλον ἐν τῇ δόξῃ μου κατεσκεύασα, καὶ ἔπλασα, καὶ ἐποίησα· καὶ δόξαν μὲν εἶναι τοῦ Θεοῦ, καὶ Πατρὸς φαίη ἄν τις τὸν Υἱὸν, δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ δοξάζεται, καὶ κατά γε τὸ, Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, παρ' αὐτοῦ σαφῶς εἰρημένον. Πεπλᾶσθαι γὰρ, ὡς ἔφην, δι' αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας διαβεβαιούμεθα, τῇ πρὸς αὐτὸν συμμορφίᾳ τὸ τῆς θείας φύσεως κάλλος ἐναστράπτον ἔχοντας ταῖς ἑαυτῶν ψυχαῖς. Ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ψαλμῳδός· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Προστιθεὶς δὲ τούτοις, ὅτι Καὶ λαὸν ἐξήγαγον τυφλὸν, τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐπέκεινα λόγου παντὸς καὶ ἀξιάγαστον ὄντως ὑπεροχὴν καθίστησιν ἐναργῆ. Τοὺς γάρτοι πάλαι τὴν ἐκ διαβολικῆς σκαιότητος ἀχλὺν καὶ ἀπάτην εἰς νοῦν ἔχοντας καὶ καρδίαν, λαμπροὺς ἀπέφηνε καὶ κατηυγασμένους, ἑωσφόρος οἷά τις, καὶ δικαιοσύνης ἥλιος ἀνίσχων αὐτοῖς, καὶ υἱοὺς ἀποφήνας, οὐκέτι νυκτὸς καὶ σκότους, φωτὸς δὲ μᾶλλον, καὶ μὴν καὶ ἡμέρας, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν. Ὅτι μὲν οὖν ἐξήγαγε λαὸν τυφλὸν, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἀλλ' ὥσπερ τινὸς τοῖς τοιοῖσδε λόγοις ἀντανισταμένου τε καὶ λέγοντος· Καίτοι καὶ εἰς δεῦρο κατίδοι τις ἂν τοὺς ὀφθαλμοὺς αὐτῶν ὡσαύτως τυφλοὺς, καὶ μὴν ὅτι κωφὰ τὰ ὦτα ἔχουσιν, ἀπολογεῖται λέγων· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Μόνον γὰρ οὐχὶ προφητείας, ὦ οὗτοι, δέχεσθε λόγους· οὔπω γε μὴν τῶν πραγμάτων ἐνέστηκε καιρός· πλὴν πάντῃ τε καὶ πάντως συναχθήσονται κατὰ καιροὺς πάντα τὰ ἔθνη. Τὸ γὰρ συνήχθησαν, ἀντὶ τοῦ, συναχθήσονται,