Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.897
Not analysed yet
Μαρτυρήσατε, φησὶν, ὅτι ἐγὼ μόνος ὁ τῶν ὅλων Θεὸς, οὐδενὸς πρὸ ἐμοῦ γεγονότος, οὔτε μὴν ἐσομένου μετ' ἐμέ. Μόνος γάρ εἰμι ὁ σώζων ἐγὼ, καὶ τοῦτο ὑμῖν ἔκπαλαι προσήγγελκα, καὶ τὸ λαληθὲν ἤγαγον εἰς πέρας. Διέσωσα γὰρ ἐν Χριστῷ· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ἐπελανθάνοντο μὲν γὰρ κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ τῶν ἱερῶν θεσπισμάτων, τῶν διά γέ φημι τοῦ πανσόφου Μωσέως, καὶ φιλήδονοι μᾶλλον ἦσαν οἱ φιλόθεοι. Εἶτα ῥᾳθυμίας πραττόμενοι λόγους, κατεκινδύνευον ἔσθ' ὅτε πολεμίων αὐτοῖς ἐπαφιεμένων. Ἀλλ' ἐν τῷ τῆς θλίψεως καιρῷ τὸν ἀεὶ σώζοντα καλεῖν ἐπεχείρουν εἰς ἐπικουρίαν. Καὶ τοῦτο αὐτοῖς ὠνείδισα, διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· «Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; Εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;» Οὐκοῦν ὠνείδισα πλειστάκις ὑμῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ μεμαθήκατε διὰ πείρας, ὅτι οὐκ ἦν ἐν ὑμῖν Θεὸς, ἀλλότριος δηλονότι. Σέσωκε γὰρ ὑμᾶς ἐκείνων οὐδείς. Εἰμὶ τοιγαροῦν μόνος ὁ σώζων ἐγώ. Διὸ δὴ μαρτυρήσατε, κἀγὼ δὲ μάρτυς ἐμαυτοῦ γενήσομαι, λέγει Κύριος ὁ Θεός. Ἤγουν κατ' ἐκεῖνο· «Πᾶς οὖν ὅστις ὁμολογήσειεν ἂν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ.» Μαρτυρήσατε δὴ οὖν ὅτι ἐγὼ εἰμὶ ἔτι ἀπ' ἀρχῆς, τοῦτ' ἔστιν, ὁ ἀπ' ἀρχῆς εἰς δεῦρο προαπαγγέλων τε τὰ ἐσόμενα, καὶ σώζειν ἀκονητὶ δυνάμενος τοὺς τὴν πρὸς ἐμὲ διψῶντας οἰκείωσιν. Σώζων δὲ οὕτως, ὡς δύνασθαι παντελῶς οὐδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν ἅπαξ προειλημμένον. Οὐκ ἔστι γὰρ ὁ ἐκ τῶν χειρῶν μου, φησὶν, ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Πεποίηκα γὰρ τὴν τῶν ἐθνῶν κλῆσιν, φησὶν, ἤτοι, σέσωκα τοὺς πλανωμένους. Καὶ τίς τοῦτο μεταβαλεῖ, ἤγουν μεταστήσει πρὸς τὸ μὴ οὕτως ἔχειν. Ὅτι γὰρ ἐκ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάσει τοὺς παρ' αὐτοῦ σεσωσμένους, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Τὰ πρόβατα, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.» Τοῦτ' ἔστιν ἐναργῶς τὸ γεγραμμένον· «Οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.» Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων οὐκ ἀγεννῆ παραίνεσιν ἐξυφήνας τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ διαδείξας ὅτι μόνως ἔχει τῶν τε ἐν ἀρχαῖς, καὶ διὰ μέσου, καὶ τελευταίων τὴν γνῶσιν, καὶ μὴν ὅτι παρ' αὐτὸν ἕτερος οὐδείς ἐστι παντελῶς ὁ διασῶσαι δυνάμενος, καὶ βεβαίαν ἐν αὐτοῖς διὰ τούτων ἐνιδρύσας τὴν πίστιν, μεθίστησι τοὺς λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ πειρᾶται πληρο-