Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.900
Not analysed yet
φορεῖν ὡς ἔστι παναλκὴς, καὶ θαυματουργὸς, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν αἱ τῶν πραγμάτων εἴκουσι φύσεις· ὑπηρετεῖ δὲ καὶ αὐτὰ τὰ τοῦ κόσμου στοιχεῖα, καὶ ὅπερ ἂν αὐτὸς ἐθελήσει, τουτὶ δὴ πάντως διαπεραίνεται, παρὰ πόδας κειμένου μηδενός. Ἔδει γὰρ, ἔδει τοῖς ἐξ Ἰσραὴλ πλείστης τε ὅσης φωταγωγίας καὶ τῶν εἰς ἑδραιότητα νοῦ καθιστάντων αὐτοὺς παραινέσεών τε καὶ ὑπομνημοσυνῶν, ἐπεί τοι παρώλισθον ἐφ' ἃ μὴ θέμις, καὶ θεοῖς ἐτέροις προσνεύσαντες, κατατεθύκασιν εἰδώλοις, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται· ποιεῖται τοίνυν αὐτοῖς τῶν ἐσομένων τὴν προαγόρευσιν, καὶ τὰς τῶν Βαβυλωνίων προεκκαλύπτει συμφορὰς, εὐτεχνέστατα λίαν, ὡς ἔσονται μὲν αὐτοὶ παρ' ἐκείνων αἰχμάλωτοι προκαταδεικνύς· πείσονται δὲ ὅτι τὰ πάντων αἴσχιστα δι' αὐτοὺς προαναφωνῶν, ὡς ἔφην. Ἐπειδὴ δὲ περὶ μεγίστων πραγμάτων ὁ πρὸς αὐτοὺς ἐγίγνετο λόγος, ἀναγκαίως τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπαράβλητον δόξαν, καὶ μὴν τῆς ἰσχύος τὴν ὑπερβολὴν καταδείκνυσι λέγων· Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ἰσραήλ. Ἵνα γὰρ εἰς ἀνάμνησιν αὐτοὺς ἀποκομίσῃ τῶν πάλαι, τῶν ἐπί γέ φημι τῇ λυτρώσει τῇ ἐξ Αἰγύπτου γενομένῃ, ὅτε καὶ πολλὴ τερατουργημάτων πληθὺς μεμαρτύρηκεν αὐτοῦ τῇ δόξῃ, διὰ τοῦτο Κύριον τὸν Θεὸν ἑαυτὸν ὀνομάσας, καὶ λυτρωτὴν εἶναι διεβεβαιώσατο. Καὶ ταυτὶ μὲν ἐν τούτοις. Τί δὲ δὴ τὸ ἐσόμενον; Ἕνεκεν ὑμῶν ἀποστελῶ, φησὶν, εἰς Βαβυλῶνα. Εἷλε μὲν γὰρ ὁ Βαβυλώνιος αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ τῆς ἐνεγκούσης ἐξαναστήσας, μᾶλλον δὲ κατεμπρήσας ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν ὁμοῦ τῷ διαβοήτῳ ναῷ, μετέστησεν εἰς τὰ ὄρη Περσῶν τε καὶ Μήδων. Ἐπειδὴ δὲ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἑβδομηκοστὸν ἔτος διεπεραίνετο, κατηλέει Θεὸς αὐτοὺς, καὶ δὴ κατεξανίστησι τῶν Χαλδαίων Κῦρον τὸν Καμβύσου συνασπιζόντων Περσῶν καὶ Μήδων· οὗτοι κατὰ κράτος εἷλον τὴν τῶν Χαλδαίων, ἤτοι τὴν Βαβυλωνίων, καίτοι πάλαι δεδιότες αὐτοὺς, καὶ πλεονεκτοῦσαν αὐτῶν τὴν χεῖρα παραιτούμενοι. Ἔχει δὲ ἡ παράδοσις ὅτι τῶν μεγιστάνων ἐν αὐτῇ τινας ὁ Κῦρος ἑλὼν, εἶτα σιδήρῳ καταδεσμεύσας, διὰ τῆς Κασπίας θαλάσσης εἰς ἀβάτους καὶ ἀοικήτους ἐξέπεμψε χώρας. Κατεγήγερται δὲ τῶν Βαβυλωνίων ὁ Κῦρος Θεοῦ καταθήγοντος, καὶ τὸ δύνασθαι κρατεῖν ἐκνενεμηκότος αὐτῷ. Ἔφη γάρ που πρὸς αὐτὸν διὰ τῆς Ἡσαΐου φωνῆς· «Οὕτως λέγει Κύριος τῷ Χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη.» Καὶ πάλιν· «Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους, ἀνοίξω σοι.» Ἐπειδὴ γὰρ οἱ Βαβυλώνιοι κατὰ τῶν ἐξ Ἰσραὴλ δεινῷ καὶ ἀκράτῳ θυμῷ χρησάμενοι προσκεκρούκασι Θεῷ, διὰ τοῦτο δέδονται καὶ αὐτοὶ Πέρσαις τε καὶ Μήδοις, οἳ καὶ ἀφορήτοις ἀπανθρωπίαις ἐχρήσαντο κατ' αὐτῶν. Εἴρηται γοῦν πρὸς τὴν Βαβυλῶνα δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Καθὼς