Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.932
Not analysed yet
ξύλον μὲν ἢ λίθον ἀμόρφωτον οὐκ ἂν ἕλοιντο προσκυνεῖν· μορφῆς γε μὴν ἐντετορνευμένης, θεοὶ πάντα παρ' αὐτοῖς τὰ ὁρώμενα. Ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἐξέκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος, πίτυν καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ' αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ, καὶ καύσαντες ἄρτους ἔπεψαν ἐπ' αὐτῷ, καὶ ἐπ' αὐτοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. Τὸ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· Ἐξελοῦ με, ὅτι θεὸς εἶ σύ. Οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὑτοῦ, οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ. Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς καὶ οὐδὲν ἄναντες ἐν αὐτοῖς. Γράφεται γὰρ ὡς ἀκάρδιον, καὶ πάσης ἔξω φρενὸς γεγονότα, καὶ λογισμοῦ τοῦ καθήκοντος ὁλοτρόπως ἐστερημένον τὸν τῶν εἰδώλων προσκυνητὴν, καὶ προσέτι τὸν τεχνουργόν. Ἐμφιλοχωρεῖ δὲ σφόδρα τοῖς περὶ αὐτὸν διηγήμασιν· ὁμοῦ μὲν ἐντρέπων ὡς πεπλανημένους, καὶ ἀνοιγνὺς ὀφθαλμὸν τοῖς ἐνειλημμένοις τῷ κακῷ, καὶ εἰς αὐτὴν ὁρᾷν ἀναπείθων τὴν ἀλήθειαν, ἣν εἴπερ ἕλοιεν εἰς νοῦν, ἔξω γενήσονται πάγης, καὶ τῶν ἐξ ἀβελτηρίας τραυμάτων τὰς ἑαυτῶν ἀπαλλάξουσι κεφαλάς. Πλὴν ἐκεῖνό φαμεν· πικρὸν γάρ τοι καὶ σοφὸν ἔοικεν ἡμῖν ἐν τούτοις κατασκευάζειν ὁ λόγος, καὶ οὐκ ἔχων ἀνικάνως εἰς τὸ ἀναπεῖσαι δύνασθαι πολλοὺς, τῆς μὲν πολυθέου πλάνης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ ὑπὸ Θεῷ γενέσθαι τῷ φύσει καὶ ἀληθῶς. Ἐκλεξάμενος γὰρ, φησὶ, τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό· ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἡ τέχνη, φησὶ, τῶν θεουργεῖν εἰωθότων, τότε δὴ μάλιστα τοῦ παντὸς ἀξιωθείη θαύματος, ὅταν ἐνεργάσηται τῷ ξύλῳ μορφὴν, καὶ κάλλος ἀνδρός. Τὸ δὲ κατὰ μίμησιν τὴν τινὸς ὑπό του τεχνουργούμενον ἡττᾶται πάντως που τἀληθοῦς, ἤτοι κατόπιν ἔρχεται. Οὐκοῦν οἱ προσκυνοῦντες τοῖς εἰς ἄνθρωπον εἰδοποιηθεῖσι ξύλοις ἢ λίθοις, τὸ ἑαυτῶν εἶδος θρησκεύοντες ἁλοῖεν ἂν, καὶ πολλῷ κρείττους ὄντες τῶν κατὰ μίμησιν τὴν ἑαυτῶν ὑβρίζουσι φύσιν, ὡς τὴν ἀμείνω δόξαν ἐκείνοις προσνέμοντες. Ἀναισθησίας οὖν ἄρα τῆς ἐσχάτης ἡ γραφὴ, καὶ τῆς εἰς ἄκρον ἀβελτηρίας τὰ ἐγκλήματα. Ἵστησι γὰρ ἐν