Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.929
Not analysed yet
ἀπὸ ἀνθρώπων. Εἰ μὲν οὖν ἐπ' αὐτῶν ἐκληφθείη τῶν χειροτμήτων τὰ εἰρημένα, φαμὲν, ὅτι τὸ Ἐξηράνθησαν, ἀντὶ τοῦ, ἀπώλοντο, νοητέον. Εἰ δὲ ἐπ' αὐτῶν κέοιτο τῶν τὰ τοιάδε δρᾷν εἰωθότων, εὖ ἂν ἔχοι καὶ τῇδε νοεῖν· εἴρηται γὰρ ὡς ἐπὶ φυτῶν τῶν ἀκαρπεῖν εἰωθότων, εἰ ἀφαναίνοιντό πως καὶ ἐκκόπτοιντο λοιπὸν εἰς φλόγα καὶ καῦσιν. Τὸ δὲ, Κωφοὶ ἀπ' ἀνθρώπων, ἀντὶ τοῦ, Τελοῦντες μὲν ἐν ἀνθρώποις οὐκ ἔτι, κωφοὶ δὲ μᾶλλον καὶ ἀναίσθητοι παντελῶς, ὥστε κατ' οὐδένα τρόπον ἐπεοικέναι τοῖς παρ' αὐτοῖς γενομένοις. Ψάλλει γάρ που καί φησιν ὁ μακάριος Ψαλμῳδός· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς, καὶ οὐκ ὄψονται· ὦτα, καὶ οὐκ ἀκούουσιν.» Ἐπιφέρει δὲ τούτοις· «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Καρποὶ γὰρ τῆς ἐσχάτης ἀναισθησίας νοηθεῖεν ἂν τὰ τοιάδε τῶν κακῶν. Καίτοι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν διὰ πείρας αὐτῆς ἐγνωκότες, εἶτα λίθοις καὶ ξύλοις τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην δόξαν ἀναπέμποντες, πῶς οὐκ ἂν νοηθεῖεν μωροὶ, καὶ ἀκάρδιοι, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας μεμεστωμένην ἔχοντες τὴν καρδίαν, καὶ μὴν ὀλίγα διενεγκεῖν διά γε σφῶν αὐτῶν τετεχνουργημένων; Συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἄμα, καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἄμα, ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό. Εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινήσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ. Οὐ καθ' ἕνα μᾶλλον, ἀλλ', εἴπερ ἕλοιντο, καὶ κατὰ πληθὺν συναγηγερμένους ἐντραπήσεσθαί φησι τοὺς τῶν εἰδώλων θεραπευτὰς ταῖς σφῶν αὐτῶν δυσβουλίαις, καὶ λῦσαι τὸ προτεινόμενον, καὶ ποῖον ἄρα τοῦτό ἐστιν, εὐθὺς ἐπιφέρει λέγων· Ὤξυνε, φησὶ, τέκτων σίδηρον. Διαμέμνηται δὲ καὶ τῶν ὀργάνων δι' ὧν ἡ ποίησις, ἵνα τὴν τοῦ λιθουργοῦ τέχνην προσκυνοῦντας αὐτοὺς ἀποφήνῃ, καὶ οὐκ αὐτὸ τὸ ξύλον. Εἰ γὰρ ἦν θεὸς, οὐκ ἂν ἐδέησε τέχνης αὐτῷ, καὶ τῆς τινὸς ἐπιστήμης· ἀλλ' ἦν ἂν καὶ οὕτω Θεός. Εἰ δὲ ξύλον μὲν οὐκ εἰργασμένον, οὔτε μὴν εἰδοποιηθὲν, εἰκαίαν ὕλην νομίζεις, τεκτονευθὲν δὲ προσκυνεῖς καὶ θεὸν εἶναι λέγεις, ἡ τέχνη σοὶ γέγονεν εἰς θεὸν, καὶ τοῦτο ἀνδρὸς ἀσθενοῦς καὶ ὑποκειμένου τῷ φθείρεσθαι. Φθορᾶς γὰρ ἀπόδειξις τὸ δεῖσθαι τροφῆς καὶ ποτοῦ. Τὸ γὰρ, Οὐ μὴ πίῃ ὕδωρ, οὐκ ἀποφαντικῶς εἰρῆσθαί φαμεν. Ἀναγνωστέον δὲ μᾶλλον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ. Ἕψεται γὰρ ἡ σύνεσις, ὅτι καὶ πάντως που καὶ πίεται. Εἶτα πῶς ὁ φθαρτὸς θεῶν ἀφθάρτων ἔσται δημιουργὸς, ἢ πῶς ὁ θνητὸς ποιήσει τοὺς ἀθανάτους; Δεῖ γὰρ πάντως ἐνεῖναι τῷ γε ὄντι κατὰ ἀλήθειαν Θεῷ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, μᾶλλον δὲ καὶ τὸ εἶναι ζῶν, καὶ ζωοποιεῖν δύνασθαι τὰ οἷσπερ ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν. Σκεπάρνου δὴ οὖν καὶ τερέτρου, καὶ τεκτονικῆς ἰσχύος τε καὶ τέχνης ἐπίδειξις ἡ τῶν πλανωμένων λατρεία· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔφην, ὅτι