Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.936.1
Not analysed yet
τῆς ἑαυτοῦ ῥᾳθυμίας, καὶ τῆς τοῦ κατοικτείροντος ἡμερότητος. Μνήσθητι γὰρ ταῦτα, φησὶν, Ἰακώβ. Καὶ ποῖα ταῦτα; Τά τε ἤδη προειρημένα, καὶ ὅτι παῖς μου εἶ σύ. Καὶ ἔπλασά σε παῖδά μου. Διαδείκνυσι δὲ καὶ μάλα σαφῶς ἐν τούτοις, ὅτι [οὐ] μεμένηκεν ἀπαιδαγώγητος ὁ Ἰσραὴλ, ἀλλ' ἦν ὑπὸ νόμον καὶ ζυγὰ, καὶ πλείστους ἔχων τοὺς νουθετεῖν εἰδότας· παῖς οὖν ἄρα κατὰ τοῦτο καὶ πεπλασμένος εἰς τοῦτο. Τίνα δὲ τρόπον, ἐροῦμεν ὡς ἔνι. Πλάττεται μὲν γάρ τις ἄνθρωπος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ ἐκ γῆς. Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον. Ἕρπει δὲ κατά γε τὸν τῆς δημιουργίας τρόπον, καὶ εἰς δεῦρο τὰ καθ' ἡμᾶς. Πλάττεται γὰρ ἕκαστος ἐν γαστρὶ τῆς ἑαυτοῦ μητρὸς, καὶ ὁδὸς αὕτη πρὸς τὸ εἶναι φέρουσα τοὺς ἐπὶ τῆς γῆς. Πλάττεται δὲ καὶ εἰς παῖδα Θεοῦ διαμορφούμενος νοητῶς τῇ τῶν θείων εἰδήσει νόμων πρὸς εἶδος ἐξαίρετον, τὸ ἐκ τῆς τῶν ἀρετῶν εὐκοσμίας ταῖς τῶν ἀνθρώπων ἐπισυμβαῖνον ψυχαῖς. Τοῦτο κάλλος ἂν νοοῖτο τὸ πνευματικόν. Πλάττονται δὲ καὶ οἷον ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτόν. Γράφει γοῦν Γαλάταις καὶ ὁ θεσπέσιος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦταί γε μὴν ἐν ἡμῖν ὁ Χριστὸς, ἐνιέντος ἡμῖν τοῦ ἁγίου Πνεύματος θείαν τινὰ μόρφωσιν, δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. Οὕτω γὰρ, οὕτω ταῖς ἡμετέραις ἐμπρέπει ψυχαῖς ὁ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἀναμορφοῦντος ἡμᾶς, ὡς ἔφην, τοῦ ἁγίου Πνεύματος δι' ἁγιασμοῦ πρὸς αὐτόν. Ἔφη γοῦν καὶ ὁ ἱερώτατος πάλιν Παῦλος· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν.» Καὶ εὐάρεστον καὶ τέλειον καὶ κάλυμμα μὲν ταῖς Ἰουδαίων καρδίαις τεθεῖσθαί φησιν, ἡμᾶς δὲ πάντας ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Πλαττόμεθα δὴ οὖν εἰς παῖδα Θεοῦ. Ἐπειδὴ δὲ τὸ τοῦ παιδὸς ὄνομα κοινόν πώς ἐστι· λαμβάνεται γὰρ ἐπί τε οἰκετῶν καὶ υἱῶν, φαμὲν, ὅτι πρέποι ἂν τοῖς ἐν νόμῳ πλαττομένοις τὸ εἰς οἰκέτας πλάττεσθαι μᾶλλον. Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἦν αὐτοῖς τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· ἐκόλαζε γὰρ ὡς οἰκέτας ὁ νόμος. Εἰ δὲ ἐν Χριστῷ πλάττοιτό τις, εἰς υἱὸν πλάττεται Θεοῦ, κατά γε τοὺς ἀρτίως εἰρημένους τρόπους. Χρὴ τοιγαροῦν μεμνῆσθαι καὶ τῆς τοῦ δικαιοῦντος φιλανθρωπίας, καὶ ὅτι πεπλάσμεθα πρὸς υἱότητα καὶ δόξαν, καὶ οἷον τῷ Πατρὶ τῷ Θεῷ εἰς ἡμᾶς παρ' αὐτοῦ γενομένων ἀνταποτιννύντες τὰς ἀμοιβάς. Καὶ ὅπως ἂν γένοιτο τοῦτο, καλῶς ἐκπαιδεύει λέγων· Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἐπιλανθάνοιτο δὲ ἄν τις Θεοῦ, τῆς εἰς αὐτὸν εὐσεβείας ὀλιγωρῶν, ἢ καὶ εἰσάπαν ἀποφοιτῶν. Δεδράκασι μὲν οἱ ἐξ Ἰσραὴλ τοῦτο τοῖς οὐκ οὖσι θεοῖς λατρεύσαντες· δρῶσι δὲ καὶ εἰς δεῦρό τινες ἀνόπιν ἰόντες μετὰ τὴν πίστιν,