Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.937
Not analysed yet
ὦν τὸ κρῖμα ἔνδικόν ἐστι, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ τὸ ἐπιλανθάνεσθαι Θεοῦ κατασημαίνει πλεισταχοῦ τὸ τῆς εὐσεβείας τῆς εἰς αὐτὸν ἀποδραμεῖν, εἰσόμεθα, λέγοντος αὐτοῦ πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· «Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, καὶ ἐγκαταλιπόντες τὸ ὄρος τὸ ἅγιόν μου. Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε.» Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ καταβεβόηκε τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἱερεμίου λέγων· «Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, ἢ παρθένος τῆς στηθοσιδεσμίδος αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας πολλὰς, ὧν οὐκ ἔστιν ἀριθμός.» Οὐκοῦν ἡ μὲν λήθη πολλάκις τὴν ἀπόστασιν ὑπεμφήνειεν ἄν. Ἡ δέ γε μνήμη τὸ ἑδραῖον εἰς πίστιν, καὶ ἀκράδαντον εἰς ἀγάπην, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν αὐτῇ δοκούντων εὐσθενές. Μὴ δὴ τοιγαροῦν ἐπιλανθάνου μου, φησὶν, μέμνησο δὲ μᾶλλον. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου. Καὶ τὸ ἀπήλειψά φησιν ἐν τούτοις, ἀντὶ τοῦ ἀπαλείψω, καὶ ὥσπερ τινὰ γνόφον, καὶ νεφέλην διαλύσας ἀφανίσω. Ὅτι γὰρ ἀντὶ τοῦ ἀπαλείψω τὸ ἀπήλειψά φησι, διαδείξειεν εὖ μάλα τὸ ἐφεξῆς. Ἐπιστράφηθι γὰρ, φησὶ, πρός με, καὶ λυτρώσομαί σε. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφήν; Ὡς οὔπω μὲν ἐπιστρέψαντας, ἥξοντας δὲ καὶ εἰς τοῦτο κατὰ καιροὺς, ὅταν ἐπιλάμψῃ τῷ κόσμῳ Χριστὸς, δι' οὗ πᾶσα πλημμελημάτων ἄφεσις, καὶ ἐπιστροφὴ καὶ κλῆσις ἡ πρὸς Θεὸν, διά τε τῆς εἰς αὐτὸν πίστεως, καὶ πολιτείας εὐαγγελικῆς, καὶ ἀρίστων ἀνδραγαθημάτων. Εὐφράνθητε, οὐρανοὶ, ὅτι ἠλέησεν ὁ Θεὸς Ἰσραήλ. Σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Καταθρήσαι τις ἂν κἀντεῦθεν ἀμογητὶ, ὅτι τῶν ἁμαρτιῶν ἡ ἄφεσις, καὶ μὴν καὶ ἡ πάντων ἐπιστροφὴ καὶ λύτρωσις, ὡς ἐσομένη διὰ Χριστοῦ προαναφωνεῖ τὸ κατὰ καιροὺς διὰ προφητῶν ἁγίων. Ἐπειδὴ γὰρ Θεὸς Κύριος ὢν ἐπέφανεν ἡμῖν, καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς ἄνθρωπος, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ πάναγνον ἱερεῖον· τότε δὴ τότε, καὶ πρόφασις ἑορτῆς τὸ χρῆμα γέγονε ταῖς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεσι λογικαῖς, ἤτοι τοῖς τῶν ἁγίων ἀγγέλων τάγμασιν. ᾞδον γὰρ, ᾖδον ἐπὶ τῇ γεννήσει αὐτοῦ, τῇ κατὰ σάρκα φημὶ, καὶ δὴ καὶ ἔφασκον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Καὶ εἴπερ ἐστὶν ἀληθὲς, πάντως δὲ δή που καὶ ἀληθὲς, ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν χαρά ἐστιν ἐν τοῖς οὐρανοῖς ἐνώπιον τῶν ἁγίων ἀγγέλων ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἂν ἐνδοιάσειέ τις ὡς τὴν ὑφήλιον πᾶσαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνακομίζοντος τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν, καὶ δικαιοῦντος ἐν πίστει, καὶ διαπρεπῆ τιθέντος δι' ἁγιασμοῦ, χαρὰ καὶ πανήγυρις παρὰ τοῖς ἄνω πνεύμασιν ἦν; Εὐφραινομένων τοίνυν τῶν οὐρανῶν, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραὴλ καὶ οὔτι που τὸν κατὰ σάρκα μόνον,