Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.945
Not analysed yet
νης τῆς ἐν αὐτοῖς σοφίας, ἢ ψυχική τέ ἐστι καὶ ἐπίγειος δαιμωνιώδης. Μεμωράνθαι δέ φησι τὴν σοφίαν τοῦ κόσμου, παρὰ Θεοῦ δηλονότι, καὶ ὁ πάνσοφος Παῦλος. Ἀποστραφέντων δὲ, φησὶ, τῶν φρονίμων, καὶ πάσης αὐτῶν βουλῆς ἀσυνέτου τε καὶ ἀνοήτου παντελῶς ἀποδεδειγμένης, ἔστησεν ὁ Θεὸς καὶ Πατὴρ τὰ ῥήματα τοῦ ἑαυτοῦ Παιδὸς, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, ὅπερ ἡμῖν αὐτὸς ἐλάλησεν ὁ Χριστός. Ἀπέδειξε δὲ καὶ ἀληθῆ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ. Ἄγγελοι γὰρ νοηθεῖεν ἂν οἱ τὰ Χριστοῦ πρεσβεύοντες, καὶ τῷ κόσμῳ διακηρύττοντες. Βουλὴ δὲ ἦν αὐτοῖς ἀγαθὴ, καὶ παραίνεσις τοῖς ἁπανταχοῦ τὸ τῶν ἀρχαίων μὲν αἰτιαμάτων ἀποφοιτᾷν, ἀναῤῥώννυσθαι δὲ πρὸς ἀγαθουργίας, καὶ τῶν ἀμεινόνων ἀντέχεσθαι, καὶ Θεὸν εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, καὶ τοῖς αὐτοῦ νόμοις ὑπενεγκεῖν τὸν αὐχένα, τρέχειν δὲ οὕτω πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκοῦν μεστοὶ μὲν ἁπάσης ἀληθείας εἰσὶν οἱ παρ' αὐτῶν λόγοι· μεμώρανται δὲ τὰ Ἑλλήνων, τὸ τῆς ἀληθείας οὐκ ἔχοντες κάλλος· πάντα γὰρ παρ' ἐκείνοις ψευδῆ, καὶ προφητεία, καὶ σύνεσις, καὶ τῶν ἐν δοκήσει θεῶν, ἡ καὶ αὐτοῖς τοῖς πλανωμένοις ἀγνοουμένη πληθύς. Ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τοῦ Ἰούδα· Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ. Ἕψεται καὶ οὕτω τὸ, Ἐγώ εἰμι, τοῦτ' ἔστιν, Ἰερουσαλὴμ, ὁ λυτρούμενός σε, ὁ συντελῶν πάντα, καὶ ἐκτείνας τὸν οὐρανόν. Εἰμὶ τοιγαροῦν, φησὶν, ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ. Εἷλον μὲν γὰρ αὐτὴν κατὰ κράτος οἱ Βαβυλώνιοι, τὴν τῶν Ἰουδαίων ὅλην καταδῃώσαντες χώραν. Ἀλλ' ἐκλελύτρωνται παρὰ Θεοῦ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεδύσαντο ζυγὸν, ἀφέντος τοῦτο δρᾷν τοῦ τὴν Βαβυλῶνα κατεμπρήσαντος, Κύρου φημὶ τοῦ Καμβύσου· καὶ δὴ καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, τάς τε πόλεις ἀνεδείμαντο καὶ τὸν νεὼν, καὶ κατῳκήκασιν ἐν εἰρήνῃ. Εὐφυέστατα τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος οἰκοδομηθήσεσθαι λέγων τὴν Ἱερουσαλὴμ, δίδωσιν ἐννοεῖν τοῖς ἀκροωμένοις, ὡς ἁλώσεται κατὰ καιροὺς, καὶ καταστραφήσεται. Καὶ οὐκ ἀπό γε τῶν μοχθηρῶν ποιεῖται τὴν προαγόρευσιν τῶν συμβησομένων αὐτοῖς, ἀπ' ἐκείνων δὲ μᾶλλον ἐφ' οἷς ἦν εἰκὸς ἡσθῆναι λίαν· μετὰ τοῦ καὶ εἰς ἐννοίας, ὡς ἔφην, ἐλθεῖν τῶν σκυθρωποτέρων. Οὐκοῦν Θεοῦ προστάττοντος οἰκοδομηθήσεσθαι τὴν Ἱερουσαλὴμ, ἁλοῦσάν που πάντως πρότερον ὁ τῆς προφητείας κατασημαίνει λόγος. Εἰ δὲ δή τις βούλοιτο καὶ βαθυτέροις ἔτι θεωρήμασιν ἐμβάλλειν, φαμὲν ὅτι τὴν ἀληθεστέραν Ἰουδαίαν, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἧς ἂν ἔνοικοι καὶ πολῖται νοηθεῖεν ἂν οἱ τὴν ἐν πνεύματι φοροῦντες περιτομήν. Ἔρημον οὖσάν ποτε πολυανδροῦσαν ἔδειξεν ὁ τοῦτο γενέσθαι προστεταχὼς, δῆλον δὲ ὅτι Θεὸς ἐν Χριστῷ, ἀνέτειλε δὲ τὰ ἔρημα αὐτῆς. Ξύλοις γὰρ νοητοῖς εὑρέθη κατάκομος, καὶ οἷον εὐδενδροτάτη, καὶ ὑψηλὰς ἁγίων ἔχουσα κεφαλάς. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ φυτοῖς καὶ ξύλοις ἀφομοιοῦν ἔσθ' ὅτε τὸν τῶν ἁγίων χορόν. Ἔφη γοῦν ὁ τῶν