Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.948
Not analysed yet
ὅλων Θεὸς διὰ φωνῆς ἁγίων, ὅτι «Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Εἴρηται δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἁγίων πρὸς Θεὸν, ποτὲ μὲν, ὅτι «Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας·» ποτὲ δὲ πάλιν· «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.» Καὶ οὔτι πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστὶ, πρέποι δ' ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ καὶ ἡσθῆναί φησιν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ. Ἔκρινε γὰρ οὕτω τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, δικαιώσας μὲν ἐν πίστει τοὺς πεπλανημένους ποτὲ, καταδικάσας δὲ τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει. Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, ὡς ἔφην, κατὰ καιρούς· εἷλον γὰρ τὴν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι. Ἐπειδὴ δὲ τοῖς ἁλοῦσιν ἑβδομηκοστὸν ἤδη ἔτος τετέλεστο, καὶ ἐνειστήκει λοιπὸν ὁ καιρὸς τῆς ἐν αὐτοῖς ἡμερότητος, δῆλον δὲ ὅτι τῆς παρὰ Θεοῦ, κατεξανέστησε τῶν Χαλδαίων, Περσῶν τε καὶ Μήδων διέποντα τὴν ἀρχὴν τὸν Καμβύσου Κῦρον, ὃς εἷλεν αὐτοὺς, ἀνῆκέ τε τοὺς Ἰουδαίους, μεμαθηκὼς ὅτι Θεὸς ᾧ λελατρεύκασι προηγόρευσε περὶ αὐτοῦ, ὡς ταῖς παρ' αὐτοῦ νευρούμενος ἐπικουρίαις, καὶ ἀμείνων ἔσται τῶν ἐχθρῶν, καὶ δυσάντητος κομιδῆ τοῖς ἐθέλουσιν ἀντανίστασθαι, καὶ ὅτι τὸν θεῖον αὐτὸς ἀναστήσει ναόν. Ὅτι τοίνυν ἔμελλεν ἐρημωθήσεσθαι παντελῶς, καίτοι πολυανδροῦσα λίαν, ἡ Βαβυλωνίων, κατασημαίνει λέγων· Ἐγώ εἰμι ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ. Ἄβυσσον γὰρ ἐν τούτοις τὴν ἀριθμοῦ κρείττονα τῶν Βαβυλωνίων ὠνόμαζε πληθύν· ποταμοὺς δὲ αὐτῆς τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ᾗ περίοικά τε ἦν, καὶ τὰς ὁμόρους ἔχοντα χώρας ἐκέκληντο παρ' αὐτῶν εἰς ἐπικουρίαν. Ἔθος δὲ πάλιν τῇ θείᾳ Γραφῇ, ποταμοῖς καὶ θαλάσσαις, καὶ ὕδασι παρεικάζειν ἀεί πως τὰ πολλὰ τῶν ἐθνῶν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδὸς περί τε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν πληθύος, ἢ ταῖς αὐτοῦ σεσαγήνευται φωναῖς· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε Κύριος.» Ἡ γάρ τοι φωνὴ τοῦ Κυρίου, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα κατὰ πάντων ἠνέχθη τῶν ἐθνῶν, ὅτε μονονουχὶ κατεβρόντησεν αὐτῶν. Περιεκτύπησε γὰρ ὡς παρὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν, τὸ ἱερὸν καὶ σωτήριον κήρυγμα. Γέγραπται δὲ πάλιν· «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, ὧν αἱ φωναὶ, τοῦτ' ἔστιν, αἱ διδασκαλίαι γεγόνασι γνώριμοι τοῖς ἀπανταχοῦ. Εἴρηται δέ που καὶ περὶ αὐτῆς τῆς Βαβυλῶνος, καὶ Νινευὶ, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς. Ἦν