Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.969
Not analysed yet
μέλια Σιὼν, λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ καταισχυνθῇ.» Αὐτὸς οὖν ὁ θεμελιώσας τὴν Ἐκκλησίαν, ἐπέστρεψε καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Τυραννουμένους γὰρ ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας, σέσωκέ τε καὶ ἐξείλετο, καὶ τοῖς ἰδίοις ὑπήγαγε ζυγοῖς· πλὴν οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων· ὡς γὰρ ὁ αὐτοῦ μαθητὴς, «Οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου, καὶ ἀσπίλου Χριστοῦ.» Δέδωκε γὰρ ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου καὶ σώσαντος. Ταύτῃτοι, καὶ μάλα εἰκότως, οἱ τῆς ὀρθῆς πίστεως τὸν εὐγενῆ κανόνα παρατρέχοντες διὰ τῆς τῶν ἁγίων κατηγοροῦνται φωνῆς, ὡς τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι. Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἦν Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Τὸν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προεισκομίσας λόγον, καὶ προαπαγγείλας ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, καταδείκνυσιν εὐθὺς τοὺς κληθησομένους εἰς λύτρωσιν, δῆλον δὲ ὅτι τοὺς ἐξ ἐθνῶν, οἷς δὴ μάλιστα Χριστὸς ἐπιλάμψας ὁρᾶται. καίτοι λέγων ἐναργῶς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.» Ἀλλ' ἐκείνοις μὲν καὶ πρώτοις θεῖόν τε καὶ εὐαγγελικὸν ἐνήστραψε φῶς. Ἐπειδὴ δὲ, καθὰ γέγραπται, ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος Ἰσραήλ (ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς)· ταύτῃτοι καὶ μάλα εἰκότως ταῖς ἐθνῶν ἀγέλαις ἐπέλαμψεν ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τουτὶ ταῖς τῶν προκειμένων θεωρίαις ἐνὸν εὑρήσομεν. Ὀνομάζει δὲ τῶν ἐθνῶν τὰ πάντων μάλιστα δεισιδαιμονέστατα, ἵνα καὶ ἡ τοῦ καλοῦντος εἰς μετάγνωσιν θαυμάζηται δύναμις. Ὥσπερ γὰρ δὴ τότε μάλιστα τῶν ἰατρεύειν εἰδότων ἐπαινεῖται τὸ εὐτεχνὲς, ὅταν τινὰς τὰ ἀπεγνωσμένα νοσοῦντας τῶν παθῶν ἀπαλλάττειν δύνωνται ταῖς σφῶν αὐτῶν ἐμπειρίαις ἐπὶ καιροῦ χρώμενοι· οὕτω καὶ ὁ Θεὸς, ἐμφανεστέραν ἑαυτοῦ τὴν ὑπερφυᾶ καθίστησι δόξαν, ὅταν τινὰς τῶν ἄγαν ἐκκεκλικότων, καὶ εἰς αὐτόν που τὸν κατωτάτω πυθμένα φαυλότητός τε καὶ ἀσεβείας κατενηνεγμένων, ἀνανήχεσθαί τε καὶ ἀναφοιτᾷν ἀναπείσῃ πρὸς ἔφεσιν ἀρετῆς, καὶ εἰς ἀπότριψιν τοῦ κακοῦ, καὶ οἷον εἰς ἀμφίεσιν τῶν ἐπαινουμένων. Αἰγύπτιοι τοίνυν, καὶ τὰ τῶν Αἰθιόπων ἐμπορεῖα, τοῦτ' ἔστιν, αἱ Θηβαίων πόλεις, αἷς εἰσι πρόσοικοί τε καὶ ἀγχιτέρμονες οἱ καλούμενοι Σαβαῒμ, τοῦτ' ἔστι, τὰ τῶν Αἰθιόπων, ἤγουν τῶν Ἰνδῶν ἔθνη (τάχα που τὴν κλῆσιν