Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.968
Not analysed yet
ἀνίσχει τε κατὰ καιροὺς καὶ δύεται. Αὐτοῖς ἐνετείλατο Θεὸς ὢν φύσει καὶ τῶν ὅλων δημιουργὸς κύριος. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα. Πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Φαῖεν ἂν ἴσως τινὲς, εἰρῆσθαι ταυτὶ περὶ Κύρου τοῦ Καμβύσου, διά τε τὸ αὐτὸν ἀνεῖναι τὸν Ἰσραὴλ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολῦσαι δεσμῶν, θεμελιῶσαι δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεών· ἀλλ' ἤτοι τῶν ἐφεξῆς θεωρία περιστήσει μᾶλλον τῶν ἐννοιῶν τὴν δύναμιν, οὐκ ἐπ' ἐκείνῳ μᾶλλον, ἀλλ' ἐπὶ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὃς ἐγήγερται μετὰ δικαιοσύνης. Ἀνέλαμψε γὰρ ἐφ' ἡμᾶς Θεὸς ὢν Κύριος, εὐδοκήσαντος τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν ἐγήγερται μετὰ δικαιοσύνης οὐκ εἰσποιητοῦ καὶ διδακτῆς, ἀλλ' ὑπάρχων αὐτὸς αὐτόχρημα καὶ δικαιοσύνη. Γέγραπται δὲ καὶ ἑτέρωθί που περὶ αὐτοῦ· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Ἦν μὲν γὰρ ἀεὶ βασιλεὺς τῶν ὅλων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν κτίσιν ὁρατὴν καὶ ἀόρατον, ἀποσκιρτήσαντα δὲ τῆς ὑπ' αὐτῷ βασιλείας τὸν ἄνθρωπον τὸν ἐπὶ τῆς γῆς, καὶ τῶν αὐτοῦ σκήπτρων ὀλιγωρήσαντα, διά τοι τὸ ὑπὸ χεῖρα γενέσθαι διαβολικὴν, καὶ τοῖς τῆς ἁμαρτίας ἐνεσχεθῆναι βρόχοις, πάλιν ὑπήγαγε τοῖς ἑαυτοῦ ζυγοῖς ὁ δικαιοσύνης ἁπάσης καὶ βραβευτὴς καὶ δοτήρ. Εἰσὶ γὰρ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι. Ὁδοὺς δὲ εἶναί φαμεν τοῦ Χριστοῦ τὰ θεῖά τε καὶ εὐαγγελικὰ θεσπίσματα, δι' ὧν εἰς πᾶσαν ἰόντες ἀρετὴν, καὶ τοῖς τῆς εὐσεβείας αὐχήμασιν ἑαυτῶν σεμνύνοντες τὰς κεφαλὰς, εἰς τὸ τῆς ἄνω κλήσεως βραβεῖον ἐρχόμεθα. Εὐθεῖαί γε μὴν αἱ ὁδοί· σκολιὸν γὰρ οὐδὲν ἐν αὐταῖς ἢ διεστραμμένον, ἀλλ' οἷον ὀρθοὶ καὶ εὐήλατοι. Γέγραπται γὰρ, ὅτι «Ὁδὸς εὐσεβῶν εὐθεία ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Τραχεῖα μὲν γάρ πως ἡ τοῦ νόμου τρίβος διὰ πολλῶν ἰοῦσα τύπων, καὶ δυσχερείας οὐ φορητῆς, ψιλὴ δὲ ἡ διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ οὐδὲν ἔχουσα παντελῶς τὸ ἄναντες ἢ τραχύ. Εὐθεῖαι δὴ οὖν αἱ ὁδοὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς ᾠκοδόμησε τὴν ἁγίαν πόλιν, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, ἐν ᾗ καὶ αὐτὸς αὐλίζεται· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ναοὶ γεγόναμεν Θεοῦ ζῶντος, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Τεθεμελίωκε τοίνυν τὴν Ἐκκλησίαν αὐτὸς ὢν ὁ θεμέλιος, ἐφ' ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα, ὡς λίθοι πολυτελεῖς καὶ τίμιοι εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Ἀκλόνητος δὲ παντελῶς ἡ Ἐκκλησία, Χριστὸν ἔχουσα τὸν θεμέλιον, καὶ ἀκατάσειστον ὑποβάθραν· «Ἰδοὺ γὰρ τίθημι, φησὶ, τὰ θε-