Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.973.1
Not analysed yet
αὐτοῦ. Οὕτω γὰρ ἡμᾶς φρονεῖν ἐδίδαξε λέγων τῷ θεσπεσίῳ μαθητῇ (Φίλιππος οὗτος ἦν)· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Τὸ τοίνυν, Ὁ Θεὸς ἐν σοί ἐστι, καὶ Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἴσην ἔχει δύναμιν τῷ, ὅτι «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Εἰ δὲ δὴ βούλοιτό τις τῶν εἰρημένων τὴν δύναμιν καὶ εἰς μόνον τὸ πρόσωπον τοῦ Χριστοῦ περιενεγκεῖν εὐτέχνως, φαμὲν ὅτι κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, κατῴκηκε μὲν ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἦν δὲ αὐτὸς ὁ Θεὸς, οὐκ εἰς υἱοὺς δύο διῃρημένος, ἀλλ' ὡς ἰδίαν ἔχοντος τοῦ Λόγου τὴν σάρκα, ἐν ᾗ καὶ κατῳκηκέναι λέγεται. Οὐκοῦν κἀν τούτῳ νοεῖται Θεὸς, καθάπερ ἐν ἀνθρωπίνῳ σώματι ψυχή· ἀλλ' οὖν εἷς Υἱός ἐστιν ὁ Θεός. Ἰστέον γε μὴν, ὅτι τὴν τοῦ Κυρίου σάρκα φαμὲν ἐψυχῶσθαι ψυχῇ νοερᾷ. Ὁμολογοῦσι δὴ οὖν, ὅτι Καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἕστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αὕτη μετανοούντων φωνὴ, καὶ μεταφοιτώντων ἤδη πρὸς τὸ φῶς ἐξ ἀπάτης καὶ σκότου, καὶ εἰς ἐπίγνωσιν ἀληθείας διεληλακότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπεγνωκότων Θεὸν, καὶ τῶν ὅλων δημιουργὸν καὶ Κύριον. Σωτῆρά γε μὴν τοῦ Ἰσραὴλ ὀνομάζουσιν αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃς καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ ἐπίκουρος ἦν. Ἤγουν Ἰσραὴλ συνήσεις οὔτι που τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ εἴ τις ἕτερος ὁρᾷν δύναται Θεόν. Διερμηνεύεται γὰρ τὸ Ἰσραὴλ νοῦς ὁρῶν Θεόν. Ὁρᾷ δὲ Θεὸν τοῖς τῆς διανοίας ὄμμασιν, ὁ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς χαρακτῆρα βλέπων, τοῦτ' ἔστι, τὸν Υἱὸν, ᾧ καὶ ἐντραπήσεσθαί φησι τοὺς ἀνθεστηκότας, πορευθήσεσθαι δὲ καὶ ἐν αἰσχύνῃ. Οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν οὐ προσηκάμενοι, θεομαχήσαντες δὲ, καθάπερ ἀμέλει καὶ Ἰουδαῖοι, πάντες ἔσονται κατῃσχυμμένοι, ἡττώμμενοι μὲν τῆς ἀνικήτου χειρὸς, ἀδικοῦντες δὲ παντελῶς οὐδὲν τὴν δόξαν αὐτοῦ, ταῖς γε μὴν σφῶν κεφαλαῖς ὄλεθρον ἐπαντλήσαντες, εἰς αἰσχύνην ἔσονται καὶ ὄνειδος. Ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον. Οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, λέγει Κύριος παντοκράτωρ. Ἀνευρύνει πάλιν τὴν προαγόρευσιν τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς· καὶ οὐ μέχρι μόνον ἵστησι τῶν Αἰγυπτίων τῆς τε Αἰθιοπίας τῶν ἐμπορίων, καὶ αὐτῶν δὲ τῶν Σαβαΐμ· ἀλλὰ γὰρ ὅτι κεκλήσονται καὶ οἱ κατὰ πᾶσαν ὄντες τὴν γῆν, καὶ ἁγίων Ἐκκλησιῶν ἀνάδειξις ἔσται πανταχοῦ, διαμεμήνυκεν ἐν τούτοις. Προσεφώνει γὰρ ὥσπερ ταῖς Ἐκκλησίαις ὁ πανσθενὴς τοῦ Θεοῦ λόγος τὸ ἐγκαινίζεσθαι πρὸς αὐτὸν, ἃς δὴ καὶ νήσους κατονομάζειν ἀξιοῖ. Ὥσπερ γὰρ αἱ κατὰ τήνδε τὴν θάλασσαν νῆσοι βάλλονται μὲν ἀεὶ ταῖς τῶν κυμάτων ὁρμαῖς, πλὴν ἀκλόνητοι διαμένουσιν, εἰσδέχονται δὲ καὶ κινδυνευούσας ἔσθ' ὅτε τὰς ναῦς, καὶ σώζουσιν ἐκ κυμάτων, κόλπον αὐταῖς προ-