Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.976
Not analysed yet
τείνουσαι τὸν ἀκύμονα· οὕτως αἱ Ἐκκλησίαι Χριστοῦ, κεῖνται μὲν ὥσπερ ἐν μεσαιτάτῳ τοῦ βίου τύρβης τε καὶ ἀμιξίας, καὶ ἀναριθμήτων μὲν ἀνέχονται πειρασμῶν, πλὴν ἔχουσιν ἐν Χριστῷ τὸ ἀκράδαντον. εἰσοικίζονται δὲ τοὺς φεύγοντας τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων ἀνωφελῆ καὶ διάκενον ταραχὴν, καὶ οἷον καταχειμαζομένους ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας. Νήσοις δὴ οὖν παρεικαστέον αὐτάς. Τοῦτο γὰρ ἐν τούτοις ὁ θεῖος βούλεται λόγος. Ἐγκαινίζεσθε δὴ οὖν πρός με, φησὶν, ὦ νῆσοι. Τό γε μὴν τῆς Ἐκκλησίας ὄνομα τὴν τῶν εἰς Χριστὸν πιστευσάντων ὑφαίνει πληθὺν, ἱερουργούς τε καὶ λαοὺς, ποιμένας, καὶ διδασκάλους, καὶ τοὺς ὑπὸ χεῖρα κατεζευγμένους, ἀλλ' οὗτοι πάντες ἀνεκαινίσθησαν ἐν Χριστῷ, κατὰ καιροὺς δηλονότι καθ' οὓς ἐπέλαμψεν ἡμῖν Θεὸς ὢν Κύριος. Τότε γὰρ, τότε καὶ ἀνεκαινίσθημεν εἰς καινότητα ζωῆς, ἠθῶν τε καὶ τρόπων, καὶ προσέτι λατρείας. Ἀποβεβλήκαμεν γὰρ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν, γεγόναμεν δὲ καινὴ κτίσις ἐν Χριστῷ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενοι, πρὸς εὐκλεᾶ καὶ ἀξιέραστον πολιτείαν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος τοῖς κεκλημένοις διὰ πίστεως ἐπιστέλλει καί φησι, ποτὲ μὲν, ὅτι «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐνδύσασθε τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν·» ποτὲ δὲ πάλιν, «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Συνεσταυρῶσθαι δέ φησι καὶ τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, ἵνα ἐνδυσώμεθα τὸν νέον διὰ τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς. Ἀνακαινιζόμεθα δὲ κατά γε τὸν τῆς λατρείας τρόπον, οἱ μὲν ἐκ τῶν Ἰουδαϊκῶν ὄντες ταγμάτων, σκιὰς ἀφέντες καὶ τύπους. Κεχρήσονται γὰρ βουθυσίαις μὲν καὶ λιβανωτοῖς οὐκέτι, πνευματικὴν δὲ, καὶ ἄϋλον, καὶ καθάπερ ἐν τάξει τῶν εὐκοσμοτάτων θυμιαμάτων· οἱ δὲ ἐκ τῆς τῶν ἐθνῶν πληθύος σεσαγηνευμένοι μετοικισθήσονται πρὸς τὰ ἀμείνω, καὶ ἀσυγκρίτως ὑπερκείμενα. Οὐ γὰρ ἔτι τὸν ἀρχαῖον εἰς νοῦν ἕξουσι σκότον, ἀλλὰ τὸ θεῖόν τε καὶ νοητὸν εἰσοικισάμενοι φῶς, ὅσιοί τε καὶ ἀληθεῖς ἔσονται προσκυνηταί. Ἀποπεπαύσονται γὰρ τοῦ προσκυνεῖν τῇ κτίσει κωφαῖς τε καὶ ἀναισθήτοις ὕλαις· ἀφέξονται δὲ μαντειῶν τε καὶ γοητειῶν, καὶ καθαρίσουσι τὸ ἀπηχὲς βωμολοχίας Ἑλληνικῆς καὶ ἀπάτης δαιμονίων, καὶ ἁπαξαπλῶς τὰ αἰσχίω μεθέντες, καὶ βδελυρῶν σπουδασμάτων ἀπονοστήσαντες, ἔσονται ἀρετῆς ἁπάσης ἐν καλῷ, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες. Ἐγκαινισμὸς οὖν ἄρα τὰ καθ' ἡμᾶς. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ. Ἐπαγγέλλεταί γε μὴν ὁ τῶν ὅλων Θεὸς ἅπαντα τὸν κατὰ σάρκα, φημὶ, καὶ τὸν ἐν τέκνοις Ἀβραὰμ ἐξ ἐπαγγελίας, κατατεταγμένον («Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς τέκνα»), σώζειν σωτηρίαν αἰώνιον, αἰσχύνης τε καὶ ἐντροπῆς ἔσεσθαι ποῤῥωτέρω, καὶ ταῦτα διηνε-