Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.980.1
Not analysed yet
ἐστιν αὐτὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καταδείξας, καὶ μὴ εἰς κενὸν ποιήσας αὐτὴν, ἀλλὰ κατοικεῖσθαι· τίς ἂν ἕτερος νοοῖτο παρ' αὐτὸν ὑπάρχων Θεός; ἢ τίς κατ' ἰσχὺν καὶ δόξαν ἰσοστατήσειεν αὐτῷ; ἢ τίς ὅλως ἐγγὺς καὶ παρὰ βραχύ; πῶς δὲ οὐχ ἅπασα ἡττᾶται τῶν γενητῶν ἡ φύσις, τῆς οὕτω μεγάλης καὶ ὑπεραιρούσης τὰ πάντα, δόξης, ἀλκῆς καὶ σοφίας; Οὐκ ἔστιν οὐδείς. Μόνος οὖν ἄρα, καὶ ἕτερος ἐπ' αὐτῷ παντελῶς οὐδεὶς νοοῖτ' ἂν εἶναι Θεὸς φύσει τε καὶ ἀληθῶς. Ἀλλὰ ναὶ φαίη τις ἂν ἔσθ' ὅτε· Τίς ἔγνω τὸν ἐν αὐτῷ σκοπόν; ἢ τίς ὁ φράσαι δυνάμενος, πότερόν ποτε καὶ ἑτέρους τινὰς τῆς τοῦ Θεοῦ δόξης καὶ κλήσει στεφανοῦσθαι βούλεται, ἤγουν ἑαυτόν τε καὶ μόνον; Ἀπολογεῖται δὴ οὖν καί φησιν· Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταια ζητήσατε. Νόμους, φησὶ, διέταξα περὶ τούτων αὐτοῖς οὐκ ἐν παραβύστῳ λαλῶν, οὐδὲ λαθεῖν σπουδάσας, ἀλλ' ἐναργῶς, καὶ ἀναφανδόν. Κατέβη γὰρ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐν εἴδει πυρός· ἐκεῖ γνόφος ἦν καὶ θύελλα καὶ καπνοὶ, καὶ σαλπίγγων ἠχὴ διαπρύσιος. Παρειστήκει γὰρ πᾶς ὁ λαὸς μεσιτεύοντος τοῦ Μωσέως, ἐξηγγέλλοντο δὲ παρὰ Θεοῦ νόμοι, οὐ παρεγγυῶντος τῷ Ἰσραὴλ ζητῆσαί τι μάταιον, τοῦτ' ἔστιν, εἴδωλον, ἤγουν ψευδώνυμον σέβας, ἀλλ' ἔκ γε τῶν ἐναντίων ἀπείργουσαι ἐντολαί. Εἴρηται γὰρ πρὸς αὐτόν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Οὐκοῦν εἴρηται πρὸς αὐτόν· τὸ δὲ, Ἐγώ εἰμι Κύριος, ὅμοιον ὡς εἰ λέγοι, καὶ οὐχ ἅπαξ, πλειστάκις, τὸ ὅτι δὴ Μόνος εἰμὶ Θεὸς, καὶ τῶν ὅλων Κύριος, λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν· καὶ δικαιοσύνην μὲν, ὥς γε οἶμαι, φησὶ τὸν νόμον· ἔστι γὰρ δικαιοσύνης βραβευτὴς ὁ νόμος· ἀλήθειαν δὲ τὰ Χριστοῦ παιδεύματα. Ἔνεστι δὲ τῷ νόμῳ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ ἐγκέκρυπται ταῖς σκιαῖς τὸ Χριστοῦ μυστήριον. Περὶ αὐτοῦ γὰρ γέγραφεν ὁ Μωσῆς. Οὐκοῦν ἐν τῷ λαλῆσαι τὴν δικαιοσύνην, ἀναγγέλλεται σὺν αὐτῇ καὶ τῆς ἀληθείας ἡ δύναμις, εἴπερ ἀληθές ἐστιν ὅτι σκιὰ μὲν ὁ νόμος ἦν, νῦν δὲ αὐτῷ τῆς ἀληθείας ἡ μόρφωσις. Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον τὸ γλύμμα αὐτῶν, καὶ προσευχόμενοι ὡς θεοὺς, οἳ οὐ σώζουσιν. Ἀπεβουκόλησε μὲν τῆς πρὸς Θεὸν οἰκειότητος σχετικῆς τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ δράκων ὁ ἀποστάτης, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσκευάσας κατεσκέδασεν εἰς ἀπάτην, καὶ πολύθεον πλάνησιν, καὶ τοῖς τῆς φαυλότητος τρόποις ἐγκαθιεὶς, δυσδιάφυκτόν τε καὶ ἀνεξίτητον ἀπέφηνεν αὐτοῖς τῆς ἑαυτοῦ δυστροπίας τὸ λῖνον. Ἀλλ' ἐπέφανεν ὁ Ἐμμανουὴλ ὁ ἐξάγων τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ὑπέμεινέ τε δι' ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, ἵνα, ὡς ὁ εὐαγγελιστής φησι, τὰ τέκνα τοῦ Θεοῦ τὰ δι-