Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.981
Not analysed yet
εσκορπισμένα συναγάγῃ εἰς ἕν. Ἃ γὰρ διεσκόρπισεν ὡς ὠμὸς καὶ ἄγριος λύκος ἐπιπηδήσας ὁ Σατανᾶς, ταῦτα συνεκόμισεν ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν ἑαυτοῦ θεὶς ὑπὲρ τῶν προβάτων. Οὐκοῦν αὐτὸ δὴ τοῦτο κατασημαίνει, λέγων· Συνάχθητε, τοῦτ' ἔστι, συνδέθητε πίστει μιᾷ, καὶ ὁμοψυχίᾳ. Συνάχθητε τῷ πάντων κρατοῦντι Θεῷ δι' ἁγιασμοῦ καὶ δικαιοσύνης· ἥκετε πλησίον, οἱ μακρὰν ὄντες ἔτι καὶ ἀπεσχοινισμένοι διὰ τὴν ἁμαρτίαν, καὶ τὸ εἰς αἰσχροτάτην καὶ βδελυρωτάτην κατακομισθῆναι διάθεσιν τοῦ νοῦ. Ἀφεστάναι δέ φαμεν τοῦ Θεοῦ τοὺς πεπλανημένους, οἳ καὶ ἐγγὺς ἔσονται διὰ πίστεως τῆς εἰς Χριστόν. Προσπεφώνηκε γοῦν τοῖς εἰς τοῦτο δραμοῦσι ὁ πάνσοφος Παῦλος· «Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Καὶ πάλιν περὶ αὐτοῦ, ὅτι «Ἐλθὼν εὐηγγελίσατο εἰρήνην ἡμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Ταύτῃτοι διὰ προφητῶν ἁγίων τοῖς ἔτι μακρὰν ἐλέγετο· «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.» Ἥκετε δὴ οὖν, φησὶ, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Τὸ δὲ, Βουλεύσασθε, φησὶν, ἀντὶ τοῦ, Πραττέσθωσαν παρ' ὑμῶν τὰ τῆς εἰς Θεὸν ἐπιστροφῆς, μὴ ἀβούλως, ἢ ἀκατασκέπτως, ἀλλ' ἐν φρονήσει τεθαυμασμένῃ. Διὰ γὰρ τῆς πίστεως προελάσαι σύνεσιν, εἴπερ οὐκ ἔστιν ἐνδοιαστὸν ὅτι τῆς ἐν τῷ πεπλανῆσθαι δυσβουλίας κατεγνωκότες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀποστρεφόμενοι τὴν ζημίαν, ἄπιμεν δρομαῖοι πρὸς Θεὸν, τὸ τῆς ἀληθοῦς θεογνωσίας δεχόμενοι φῶς, καὶ τοῖς ἀμείνοσιν ἀσυγκρίτως τὴν ἐξ ὀρθῆς διανοίας ψῆφον ἐπάγοντες. Βουλεύσασθε δὴ οὖν, τοῦτ' ἔστιν, φρονήσατε, οἱ ἀπὸ τῶν ἐθνῶν σωζόμενοι. Ὡς γὰρ ἀφροσύνης ὄντας μεστοὺς ἀποφοιτᾷν ἐπιτάττει πρὸς ἔμφρονα νοῦν, ἀξιάγαστόν τε καὶ ἀνεπίπληκτον σύνεσιν, δι' ἧς ἂν γένοιτο κατιδεῖν τὴν τοῦ πάντων κρατοῦντος Θεοῦ δύναμίν τε καὶ δόξαν. Ἀλλ' οὐκ ἔγνωσαν τοῦτο, φησὶ, τοῦτ' ἔστιν, ἀνούστατοι παντελῶς νοηθεῖεν ἂν ὄντες, καὶ ἀσυνεσίας ἔμπλεῳ τῆς ἐσχάτης. Οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν. Τὸ δὲ αἴροντες ἐν τούτοις, ἀντὶ τοῦ ὑψοῦντες νοήσεις, ὥστε καὶ τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἀνάπτειν αὐτῷ, καὶ τούτῳ ξύλῳ καὶ παρ' αὐτῶν ἐγγεγλυμμένῳ. Εἶτα προσευχόμενοι ὡς πρὸς θεοὺς, οἳ οὐ σώζουσιν. Ἀμαθεῖς οὖν ἄρα, καὶ οὐ μακρὰν τῶν προσκυνουμένων τό γε ἧκον εἰς ἀναισθησίαν, οἷ ταῖς ἑαυτῶν προσκυνοῦντες τέχναις, καὶ ἐξ ὕλης ἀναισθήτου ζητοῦντες ἐπικουρίαν, καὶ τὴν τοῦ Θεοῦ κλῆσιν προσνέμοντες τοῖς διὰ σφῶν αὐτῶν τεχνοποιουμένοις καὶ τεχνουργημένοις. Ἀκουέτωσαν τῆς τοῦ Ψάλλοντος λύρας ἐπιτωθαζούσης αὐτοῖς καὶ βοώσης· «Ὅμοιον αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ταῦτα ἐποίησεν ἀπ' ἀρχῆς. Τότε ἀνηγγέλη ὑμῖν· Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ' ἐσχάτου τῆς γῆς. Παγίδας ἱστάντες δεινάς τε καὶ πολυτρόπους τοῖς