Ancient Greek
Volume 76
Cyrillus Theol., Contra Julianum imperatorem (fragmenta) 76.1060
Not analysed yet
τὴν ἄγνοιαν, ῥᾷον ἄν τις ἐπιστήσειεν τοῖς οὔπω διεγνωσμένοις· τόν γε μὴν ἐν δοκήσει τοῦ εἰδέναι καὶ ἄσοφόν τε καὶ ἀμαθῆ πάντη τε καὶ πάντως ἀποτελεῖ τὸ εἰδέναι δοκεῖν· οὐ γάρ τοι προσίεται τοὺς τῶν διδασκόντων λόγους. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλητῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ μᾶλλον ταῖς τῶν ἀθλούντων εὐδοκιμήσεσι διανέμει τὰ γέρα. Ἐκ τοῦ αὐτοῦ. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Ἄριστον καὶ σοφὸν εἶναί μοι δοκεῖ τοῦ καιροῦ τοῦ προσήκοντος μὴ ἀφαμαρτάνειν πράγμασιν. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Τὸ μὲν κακῶς ἀγορεύειν οὐκ ἂν ἕλοιτό τις, εὔδηλον οἶμαι παντί· δημῶδες ὅμως τοῦτο καὶ ἀγοραῖον. Ἐκ τοῦ κατὰ Ἰουλιανοῦ ιδʹ λόγου. Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ εὐδοκιμεῖν δύνασθαι καὶ διαβιῶναι λαμπρῶς. Ἐκ τῶν αὐτῶν. Αὐτόκλητός ἐστιν καὶ ἑκοντὶ ἰὼν πρὸς πᾶν ὁτιοῦν τῶν αὐτῷ δοκούντων ὁ ἄνθρωπος· δόξαν οὕτως εὖ ἔχειν τῷ πάντων Δημιουργῷ, ἵνα καὶ τὸ ἀγαθουργεῖν ᾑρημένοις τὸ ἐπαινεῖσθαι δεῖν, καὶ τοῖς τὴν ἑτέραν ἰοῦσιν τρίβον, τὸ κατεσκῶφθαι δικαίως πρὸς ἁπάντων ἀκολουθῇ. Ἐκ τοῦ ιδʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸν τοῦδε τοῦ βίου ἀναφυρμὸν καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν κατασημαίνων ἀστείως ὁ Μελῳδὸς, «Αὕτη ἡ θάλασσα, ἔφη, ἡ μεγάλη καὶ εὐρύχωρος.» Ἐκ τοῦ ιδʹ τῶν κατὰ Ἰουλιανοῦ. Σκοτεινοί πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δριμεῖς εἰς σωτηρίαν. Ἐκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ Ἰδίοις θελήμασι διοικεῖται ὁ ἀνθρώπινος νοῦς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ἐθελοντὶ ἴεται· δόξαν ἔχειν ὀρθῶς καὶ τοῦτο τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· ὥστε κἂν εἴ τις γένοιτο τῶν καθ' ἡμᾶς ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος ἐνοικισθέντος αὐτῷ διὰ τοῦ ἀγίου βαπτίσματος, οὐ παρεῖται διὰ τοῦτο τοῦ κατὰ γνώμην οἰκείαν, καὶ ὡς ἂν αὐτῷ δοκῇ, διαβιοῦν· ἐλευθέραις δὲ ὥσπερ ἡνίαις πρός τε τὸ ἀγαθὸν διανένευκεν, καὶ τὸ ἐναντίον.