Ancient Greek · ~8 min
Volume 76
Cyrillus Theol., Contra Julianum imperatorem (fragmenta) 76.1061
Not analysed yet
Ἐκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ. Ἔστιν πως ἀεὶ τὸ διαβάλλειν ἱππήλατον, καὶ τὸ ἀκρατὲς εἰς λόγους ἔνεστι πολλοῖς· δεῖ δὲ, οἶμαι, ταῖς καταῤῥήσεσιν αἷς ἂν ποιοῖτό τις καθ' ὁτιοῦν, τὰς δείξεις ἀκολουθεῖν· εἰ δὲ ἀσθενεῖ πρὸς τοῦτο ὁ κατηγορεῖν ᾑρημένος, τὴν τοῦ συκοφαντεῖν δόξαν ἀποίσεται. Ἐκ τοῦ ιεʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸ εὐϊματεῖν μειρακιῶδές ἐστι μόνον, καὶ ἐν μόνῃ δοκήσει τὸ ἡδὺ ἔχει, καὶ τοὺς ὀφθαλμοὺς διαπαίζει. Ἐκ τοῦ ιϛʹ τῶν κατὰ Ἰουλιανοῦ. Τοῖς ἄριστα γεηπονεῖν ἠθισμένοις, ἕποιτο ἂν εἰκότως τὸ ἐπαινεῖσθαι δεῖν. Ἐκ τοῦ ιϛʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις· ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμεθήσονται παρὰ Θεοῦ· πληροφορήσει γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ γενέσθαι λέγων· καθιστὰς δὲ τῶν εὐδοκιμηκότων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δὲ ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως τῆς ἡμῶν ἐπιεικείας ἡ ἀντέκτισις. Ἐκ τοῦ ιϛʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὁ τοῖς ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοιεν ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν· εὐανδρίας γὰρ, τῆς ἐπὶ γῆς, φημὶ, τὸ ἀγαθὸν, οὐκ αὐτὸν ἐπόπτην ἐποίησε μᾶλλον, ἀλλὰ τῶν ὁρώντων τοὺς ὀφθαλμούς. Ἐκ τοῦ ιϛʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πᾶν αἰσχρὸν καὶ ἀκαλλὲς καὶ τοῖς εὖ βιοῦν ᾑρημένοις ἀνάρμοστον τὸ ὑβρίζειν ἐστὶ, καὶ οὐκ ἄν τις εἴη τοιοῦτος τῶν ἐν ἐφέσει σεμνότητος καὶ ἐπιεικείας. Ἐκ τοῦ ιηʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. Ἕκαστος τῶν ἐπὶ τῆς γῆς τῶν ἑαυτοῦ θελημάτων διέλαχεν τὰς ἡνίας, καὶ ἐθελοντὴς ἢ τὰν ἢ ἐπὶ τὰν ἴεται, τουτέστιν ἢ ἐπὶ ἀρετὴν, ἢ πρός γε τὰ χείρω. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Εἰσί τινες, πλεῖστοι δὲ οὗτοι κατὰ τὸν βίον, οἳ τὸ σφίσιν αὐτοῖς [δοκοῦν] εὖ ἔχειν ὑπειλημμένοι ἀβασανίστως κρατύνουσιν. Οἴονται δὲ ὅτι πάντη τε καὶ πάντως σοφὰ λαλοῦσι καὶ ἀναμφίβλητα· πλὴν μέχρι τοσούτου τὴν τοῦ δοκεῖν εἶναι σοφοὶ καὶ ἀγχίνοοι κλέπτουσι