Ancient Greek
Volume 76
Cyrillus Theol., Contra Julianum imperatorem (fragmenta) 76.1064
Not analysed yet
δόξαν, ἄχρις ἂν αὐτοῖς ὁ πρὸς τῶν ἐτερογνωμονούντων ὑπαντήσῃ λόγος, γοργοτέροις ἐλέγχοις ἀντανιστάμενος. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ἐν τῷ, Μηδὲν ἄγαν, εἶναι τὸ εὖ ἔχον· ἐν δὲ τῷ περιττῷ, τὰς διαβολάς. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τοῖς οὐκ ἔχουσι βίον τὸν ἐπιεικῆ καὶ τεθαυμασμένον, φορτικὸν, ὡς ἔοικε, τὸ εὐδοκιμεῖν ἑτέρους εὐζωΐᾳ καὶ ἀρετῇ· ἔγκλημα γὰρ τῆς ἑαυτῶν φαυλότητος ποιοῦνται τὸ χρῆμα, καὶ ταῖς ἑτέρων εὐκλείαις ἐπηρεθισμένοι, τὴν τῆς βασκανίας ὠδίνουσι φλόγα, καίτοι μᾶλλον ἐχρῆν ζηλοῦντας ἑλέσθαι τὸ ἄμεινον, καὶ παντα σείοντας κάλων, ἁμιλλᾶσθαι φιλεῖν τοῖς ὧδε λαμπροῖς, οὐ φιλοψογίας ποιήσασθαι πρόφασιν, ἃ κατορθοῦν οὐ δεδύνηνται. Ἐκ τοῦ ιθʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πολὺ λίαν παρὰ τοῖς ἔξω κεῖται τὸ τῆς εὐστομίας χρῆμα, καὶ τὸ λαμπρὸν τῆς λέξεως· ἔνι δὲ ὅμως τῶν ὀνησιφόρων οὐδέν. Τὸν γὰρ φύσει Θεὸν καὶ Δημιουργὸν οὐκ ἔγνωσαν, ἀναριθμήτους δὲ θεοὺς τῷ βίῳ κομίζουσι.