Ancient Greek · ~4 min
Book prol
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1
Not analysed yet
Ἀξιάκουστα μὲν καὶ ἐξαίρετα καὶ πέρα λόγου παντὸς τὰ τῆς εὐαγοῦς ὑμῶν βασιλείας κατορθώματα καὶ τὸ ἀσύγκριτον εἰς εὐσέβειαν, ὥσπερ τινὰ κλῆρον εἰς ὑμᾶς ἄνωθεν καταβαίνοντα, τοῖς ἐκ φθόνου βέλεσιν ἀνίκητον τετηρήκατε διὰ τὸ ἐφ' ἅπασι τοῖς ἀρίστοις δεξιόν, καὶ πατρῷον ὑμῖν καὶ ἔτι παππῷον, ὡς ἔν γε τούτοις ὁρᾶται διαφανές. Καί μοι πρόκειται καὶ ἐφ' ὑμῖν αὐτοῖς τὰς τοῦ Σωτῆρος ἡμῶν ἁρμόσαι φωνάς· ἔφη γάρ· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη»· ἕπεται γάρ πως ἀεὶ τοῖς ἠρμένοις ὑψοῦ τὸ περίοπτον. Τί δ' ἂν γένοιτο τῇ ὑμετέρᾳ γαληνότητι τὸ ἰσοστατοῦν; Οὐδὲν παντελῶς· διελήλακε γὰρ εἰς λῆξιν τὴν ἀνωτάτω τῶν ὑμετέρων σκήπτρων τὸ εὐκλεές, τῇ μὲν τῆς εὐνομίας φαιδρότητι περιαστράπτον τὰ σύμπαντα, ἡμερότητι δὲ καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ κατευφραῖνον τὸν οὐρανόν, τουτέστι τὰς ἄνω τε καὶ λογικὰς ἐν οὐρανῷ δυνάμεις. Ἐστὲ γὰρ οὕτω κατ' ἄμφω τεθαυμασμένοι ὥστε καὶ ἰσάμιλλον τὴν ἐν αὐτοῖς ἔχοντες ἀρετὴν εὐφημίας ἁπάσης νενικήκατε τρόπον. Ἀναθήματα μὲν οὖν παρ' ἑτέρων τὰ εἰς ὑμᾶς, ὦ φιλόχριστε βασιλεῦ Θεοδόσιε, νίκαι, καὶ στέφανοι, καὶ φωναὶ χαριστήριοι, καὶ τὰ δι' ὧν ἂν οὐκ ἀπεοικότως τὰ βασιλέων κράτη καταγεραίροιντο.