Ancient Greek · ~5 min
Book prol
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2
Not analysed yet
Ἔδει δὲ καὶ πρὸς ἡμῶν τῶν τὴν θείαν λαχόντων ἱερουργίαν προσκομίζεσθαι βίβλους τὰς ὑπέρ γε τῆς τοῦ Θεοῦ δόξης εὖ μάλα συντεθειμένας· φίλον γὰρ παρ' ὑμῖν ἀεὶ καὶ σύνηθες καὶ πολύευκτον ἀληθῶς τὸ συγκροτεῖν αὐτήν, καὶ τοὺς μὲν κατά τι γοῦν ὅλως ἐμπαροινοῦντας αὐτῇ βδελυρωτάτους ἡγεῖσθαι καὶ ἐν τῇ τῶν πολεμιωτάτων ποιεῖσθαι μοίρᾳ, τιμῆς δὲ ἁπάσης ἀξιοῦν τοὺς ὅσοιπερ ἂν τὰ εἰς δόξαν Θεοῦ φρονεῖν ἕλοιντο καὶ λαλεῖν. Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο φαίην ἂν εἶναι τὸ πλεονέκτημα, καὶ τοῖς ἀοιδίμοις ὑμῶν κορυφαῖς ὅτι μάλιστα πρεπωδέστατον. Ἔφη γάρ που ψάλλων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ὁ θεσπέσιος προφήτης Δαβίδ· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλεον μίσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι». Ἔχει δὲ σφόδρα κατὰ τὸ εἰκὸς ὁ λόγος· ὥσπερ γάρ τις τῆς εἰς ὑμᾶς εὐνοίας ἐναργῆ ποιεῖται τὴν ἔνδειξιν τὸ ἀντιτετάχθαι φιλεῖν τοῖς οὐκ οἶδ' ὅπως ἐκ πολλῆς ἄγαν ἐμβροντησίας οὐκ ἀγαπᾶν ἑλομένοις, οὕτω τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον ἐκφήνειεν ἂν τὸ τοῖς τὰ αὐτοῦ διαβεβληκόσιν ἀντιφέρεσθαι νεανικῶς, μονονουχὶ βοῶντάς τε καὶ λέγοντας τὸ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· «Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ.» Ὁποία δέ τίς ἐστιν ἡ τῶν παρ' ἐμοῦ λόγων εἰς ὑμᾶς ἀνάθεσις ἀναγκαῖον εἰπεῖν.