Ancient Greek · ~4 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.1
Not analysed yet
βιβλίον πρῶτον Οἱ μὲν σοφοὶ καὶ ἀγχίνοι καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες τὸ κάλλος τῆς ἀληθείας θαυμάζουσι καὶ ἐν παντὶ λόγῳ πεποίηνται τὸ συνιέναι δύνασθαι παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Οὕτω γάρ, οὕτω ταῖς θεοπνεύστοις Γραφαῖς ἀκριβῆ καὶ διηρθρωμένον τὸν νοῦν ἐνερείδοντες φωτὸς μὲν τοῦ θείου τὰς ἑαυτῶν ἀναπιμπλᾶσι ψυχάς, ἀξιοζήλωτον δὲ πολιτείας ὀρθῆς καὶ ἐννομωτάτης ἀράμενοι καύχημα εἶεν ἂν καὶ ἑτέροις ὠφελείας τῆς ἀνωτάτω πρόξενοι. Γέγραπται γὰρ ὅτι· «Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον.» Οἱ δὲ διάστροφοι τὴν καρδίαν καὶ τὴν εἰς νοῦν ἔχοντες ἐμπηρίαν, ἀμέτοχοί τε εἰς ἅπαν τοῦ θείου φωτός, τοῖς δόγμασι μὲν τῆς εὐσεβείας ἀντανίστανται, θρασυστομοῦσι δὲ λίαν καὶ τῆς ἀρρήτου κατεπαίρονται δόξης, καὶ παλιμφήμους ἱέντες φωνὰς «ἀδικίαν εἰς τὸ ὕψος λαλοῦσι», κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον. Ἀρρωστῆσαι δὲ οἶμαι τοῦτο αὐτοὺς ἐκ πολλῆς ἄγαν ἀποπληξίας καὶ τῆς ἐνούσης αὐτοῖς ἀμαθίας, μᾶλλον δὲ εἰ χρὴ τἀληθὲς εἰπεῖν ἐξ ἐπιβουλῆς τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δράκοντος, φημὶ δὴ τοῦ Σατανᾶ.