Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.2
Not analysed yet
Καὶ πρὸς τοῦτό γε ἡμᾶς ἐμπεδοῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος. «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς τοῦ Χριστοῦ δόξης.» Ὅτι μὲν οὖν ὁ νομισθεὶς εἶναι θεὸς τοῦ αἰῶνος τούτου καὶ τῆς ἀνωτάτω δόξης κλοπεὺς ἐσκότισεν αὐτῶν τὴν καρδίαν, οὐκ ἀσυμφανές· πεπλάνηνται γὰρ ὁμολογουμένως καὶ ἀριθμοῦ κρείττονας ἐφιστᾶσι τῷ βίῳ θεούς, δαίμονάς τε καὶ ἡρώων ψυχάς, καθά φασιν αὐτοὶ καὶ φρονεῖν ἐγνώκασιν. Ἀλλ' ἦν ἂν ἐπ' αὐτοῖς τὸ τῶν εὖ φρονούντων δάκρυον, οὐ σφόδρα πολὺ σιωπᾶν ᾑρημένοις τὰ ἐφ' οἷς ἄν τις αἰσχύνοιτο· νῦν δὲ δὴ πρόεισι δυσσεβείας εἰς τοῦτο αὐτοῖς τὸ ἐγχείρημα ὥστε καὶ ἑτέροις ζητεῖν ἐνιέναι τῆς οὕτως αἰσχρᾶς δεισιδαιμονίας τὴν νόσον. Οἷα γάρ τινες ὄφεις τριόδοις ἐγκαθήμενοι τοῖς ἐν αὐταῖς διαστείχουσιν ἐπιπηδῶσι πικροί, τὸν τῆς ἀπωλείας ἰὸν τοῖς εὐπαραφόροις ἐγχέοντες· καὶ περὶ αὐτῶν ἂν λέγοιτο, καὶ σφόδρα εἰκότως· «Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες;» Καὶ οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς ὁ Κύριος λέγων· «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά», καὶ· «Ἀπὸ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.»