Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.16
Not analysed yet
Ἑκατοστῇ εἰκοστῇ τετάρτῃ ὀλυμπιάδι, Πτολεμαίου τῆς Αἰγύπτου βασιλεύοντος τοῦ ἐπίκλην φιλαδέλφου, τὸν Σάραπιν ἐν Ἀλεξανδρείᾳ φασὶν ἐλθεῖν ἐκ Σινώπης, τὸν αὐτὸν δὲ εἶναι τῷ Πλούτωνι· ὅθεν καὶ ἱερὸν ἐκτίζετο τῷ ἀγάλματι, ὃ καὶ τῇ ἐγχωρίῳ φωνῇ καλοῦσιν οἱ Αἰγύπτιοι ‘Ῥάκωτιν’, οὐδὲν ἕτερον ἢ τὸν ‘Πλούτωνα’ διὰ τούτου σημαίνοντες· ταύτητοι καὶ τοῖς μνήμασι γείτονα τὸν νεὼν ἐποιήσαντο. Ἀμφιβάλλεται δὲ παρ' Ἕλλησιν ὁ ἐπ' αὐτῷ λόγος· οἱ μὲν γὰρ οὐκ ἀξιοῦσιν εἶναι Πλούτωνα αὐτόν, Ὄσιριν δὲ μᾶλλον, ἕτεροι δὲ τὸν Ἄπιν. Πολλῆς τοίνυν διαμάχης οὔσης περὶ τούτου, ἱδρύσαντο, φασί, τὸ εἴδωλον ὥσπερ ἐξ ἑνὸς συνθήματος συμβεβηκότες εἰς ὁμοφωνίαν, Ὀσίραπιν, ἵν' ἐν ταὐτῷ Ὄσιρίς τε καὶ Ἄπις νοοῖτο. Ἀμφοῖν δὲ τούτοιν καὶ θάνατος φέρεται καὶ ταφή· ἐγενέσθην γὰρ ἀνθρώπω. Τὸ δὲ μακρὸν ἔθος, ἀποβεβληκὸς τὸ ΟΣΙ, Σάραπιν τὸ βρέτας ἐποίησεν ὀνομάζεσθαι. Πτολεμαῖος δὲ οὑτοσί, τῶν ὅτι μάλιστα φιλολογωτάτων γεγονώς, ἕνα τῶν ἐπιτηδείων αὐτῷ πέπομφεν εἰς Ἰουδαίαν, Ἐλεαζάρῳ τῷ τηνικάδε κατὰ νόμους ἱερεῖ γράψας ὥστε πάντα τὰ βιβλία Μωσέως τε καὶ τῶν ἁγίων προφητῶν ἀποστεῖλαί οἱ μαθητιῶντι λίαν, συνεκπέμψαι δὲ καὶ τοὺς δυναμένους εἰς ἑλλάδα φωνὴν αὐτὰ μεταθεῖναι· ὃ δὴ καὶ γέγονεν. Ἑκατοστῇ ἐνενηκοστῇ τετάρτῃ ὀλυμπιάδι, Ῥωμαίων Αὐγούστου Καίσαρος βασιλεύοντος, γεγέννηται κατὰ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.