Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.15
Not analysed yet
Τεσσαρακοστῇ ἕκτῃ ὀλυμπιάδι Σόλων νενομοτέθηκε, τοὺς Δράκοντος νόμους περιελὼν πλὴν τῶν φονικῶν. Τεσσαρακοστῇ ἐννάτῃ ὀλυμπιάδι, Ἰουδαίων ὄντων ἐν Βαβυλῶνι, ἤτοι ἐν ὄρεσι Περσῶν καὶ Μήδων (γεγόνασι γὰρ αἰχμάλωτοι), προεφήτευον παρ' αὐτοῖς Δανιὴλ καὶ Ἰεζεκιήλ. Πεντηκοστῇ ὀλυμπιάδι ἐγνωρίσθησαν οἱ ἑπτὰ σοφοὶ καὶ ὁ Μιλήσιος Ἀναξίμανδρος, φιλόσοφος φυσικός. Πεντηκοστῇ ἕκτῃ ὀλυμπιάδι, Κύρου διέποντος τὰ κράτη Περσῶν, προεφήτευον Ἀγγαῖος καὶ Ζαχαρίας, γνώριμοι δὲ ἦσαν ἤδη Σιμωνίδης καὶ Χίλων, τῶν ἑπτὰ σοφῶν ὄντες. Πεντηκοστῇ ὀγδόῃ ὀλυμπιάδι Θέογνις ποιητὴς ὠνομάζετο. Πεντηκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἰβυκὸς ὁ μελοποιὸς καὶ Φερεκύδης ὁ ἱστοριογράφος καὶ Φωκυλίδης καὶ Ξενοφάνης, τραγῳδιῶν ποιηταί, γεγόνασι. Ἑξηκοστῇ δευτέρᾳ ὀλυμπιάδι Πυθαγόρας γενέσθαι λέγεται. Ἑβδομηκοστῇ ὀλυμπιάδι φασὶ γενέσθαι Δημόκριτον καὶ Ἀναξαγόραν, φιλοσόφους φυσικούς, ὁμοῦ τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην σκοτεινόν. Ἑβδομηκοστῇ τετάρτῃ Φρύνιχος καὶ Χοιρίλος καὶ Διαγόρας, φιλόσοφοι φυσικοί. Ὀγδοηκοστῇ ἕκτῃ ὀλυμπιάδι γενέσθαι φασὶ τὸν Ἀβδηρίτην Δημόκριτον, Ἐμπεδοκλέα τε καὶ Ἱπποκράτην, καὶ Πρόδικον, Ζήνωνα καὶ Παρμενίδην. Ὀγδοηκοστῇ ὀγδόῃ ὀλυμπιάδι τὸν κωμῳδὸν Ἀριστοφάνην, Εὔπολίν τε καὶ Πλάτωνα γενέσθαι φασίν. Ἑκατοστῇ τρίτῃ ὀλυμπιάδι Ἀριστοτέλην φασὶν ἀκροᾶσθαι Πλάτωνος, βραχεῖαν ἄγοντα κομιδῇ τὴν ἡλικίαν. Ἑκατοστῇ δωδεκάτῃ ὀλυμπιάδι Ἀλεξανδρείαν τὴν πρὸς Αἴγυπτον κτισθῆναί φασιν, ἔτει ἑβδόμῳ τῆς Ἀλεξάνδρου βασιλείας· κατ' ἐκεῖνο δὲ τοῦ καιροῦ Ἀναξιμένης τε καὶ Ἐπίκουρος ἐγενέσθην οἱ φιλόσοφοι.