Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.20
Not analysed yet
Ἀρχαιότητος οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς παρ' Ἕλλησι τετιμημένης σοφίας προανίσχει τὰ Μωσέως καὶ ἔχει τὴν δόξαν πρεσβυτέραν, ἀποχρῶν ἡμῖν ἐξείργασται λόγος, ἀνεπίπληκτον ἔχων καὶ σαφῆ τὴν ἀπόδειξιν· χρῆναι δέ φημι μετὰ τοῦτο τὴν Ἑβραίων ἡμᾶς πολυπραγμονῆσαι δόξαν ἣν ἐσχήκασι περὶ Θεοῦ καὶ τῆς τοῦ κόσμου γενέσεως ἤτοι κατασκευῆς, εἶθ' οὕτω καὶ τί τοῖς Ἑλλήνων ἔδοξε σοφοῖς ἐμφανὲς καταστῆσαι τοῖς ἐντευξομένοις. Ἔνθα μὲν γὰρ τοῖς τῆς θεοπνεύστου Γραφῆς συμφέρονται λόγοις, ἑαυτῶν ὄντας ἀμείνους κατίδοι τις ἂν καὶ ὁμολογοῦντας ἀλλήλοις· ἔνθα δὲ τῶν οἰκείων ἕκαστος εὑρημάτων ποιεῖται τὴν ἀπόδοσιν, διαφόρους τε ὄντας καὶ ἀλλοκότοις δόξαις καταμεθυομένους καταδεῖξαι ῥᾷον. Οὐ γὰρ ἦν ὅλως καταθρεῖν δύνασθαι τὰ ὑπὲρ νοῦν καὶ λόγους τοὺς ἐν ἡμῖν, μὴ οὐχὶ τοῦ πάντων κρατοῦντος Θεοῦ καὶ φῶς ἐνιέντος εἰς νοῦν καὶ σοφίαν ἐντίκτοντος καὶ γλῶσσαν εὑρυνόντος καί τι τῶν ἀπορρήτων περὶ αὐτοῦ κατά γε τὸ ἐγχωροῦν ἐφιέντος αὐτοῖς καὶ νοεῖν καὶ φράσαι. Προσγένοιτο δ' ἂν οὐκ ἀδιακρίτως ἅπασιν ἡ τοιάδε χάρις, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν καὶ τῆς σαρκὸς ἐπέκεινα παθῶν καὶ γεώδους ἀκαθαρσίας ἀπηλλαγμένοι, ἄρτιοί τε τὸν νοῦν καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιστήμονες. Καὶ πρός γε τοῦτο ἡμᾶς καταθήγει λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ Δαβίδ. «Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός», καὶ μὴν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, φησί, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ὁρῷτο δ' ἂν ἡ ὑπὲρ πάντα φύσις οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ τοῖς ἔσω κεκρυμμένοις τῆς διανοίας ὄμμασιν, ἰσχνόν τε καὶ ἀκριβὲς ἐνιείσης αὐτῷ τὸ περίεργον καὶ ταῖς ὑπὲρ αἴσθησιν φαντασίαις τὰς τῆς θεοπτίας ἑλκούσης αὐγάς.