Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.21
Not analysed yet
Οἱ μὲν οὖν ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι Θεὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον τετιμήκασι· διαβέβληται γὰρ οὐδεὶς ὡς θεοῖς ἑτέροις προσνενευκὼς ἢ δαίμοσιν ἀκαθάρτοις ἀναθεὶς τὸ σέβας. Μετὰ δέ γε τὸν κατακλυσμὸν καὶ τὴν τοῦ πύργου κατασκευὴν καὶ τῶν γλωσσῶν τὰς διαφοράς, ἀσύμβατον καὶ αὐτὴν ἐσχήκασι τὴν περὶ Θεοῦ δόξαν οἱ ἀνὰ τὴν γῆν κατεσκεδασμένοι. Ἀποστήσαντες γὰρ τῆς ἀληθείας τὸν νοῦν καὶ τοῖς προσκαίροις αὐτὸν καὶ ἐπιγείοις πράγμασι καὶ ταῖς τοῦ σώματος ἡδοναῖς ἐνορμίσαντες, εἰς πᾶν ὁτιοῦν κατῴχοντο τῶν ἐκτοπωτάτων, καὶ οἷον διεμοιράσαντο τῆς πολυθέου πλάνης τὰ ἐγκλήματα. Οἱ μὲν οὖν τὸν οὐρανὸν ὑπετόπασαν εἶναι Θεόν, ἥλιον δὲ καὶ σελήνην ἕτεροι, καὶ προσέτι τοὺς ἀστέρας καὶ τὰ τοῦ κόσμου στοιχεῖα, πῦρ τε καὶ ὕδωρ, ἀέρα καὶ γῆν, ἐξ ὧν τὰ καθ' ἕκαστα συντεθεῖσθαι λέγεται· ἕτεροι δὲ αὖ, πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀμαθίαν ὠλισθηκότες, χυδαιότητος εἰς τοῦτο κατῴχοντο λογισμῶν ὥστε καὶ νεὼς ἀναδείμασθαι καὶ τεμένη περιειργασμένα ταῖς τῶν ὑλῶν πολυτελείαις, ἕδη τε ἱερὰ αὐτοῖς ἐνιδρύσαι καὶ στήλας ἀνθρώπων καὶ τοῖς τεθνεῶσιν ἐπιδακρύσαντας καὶ τούτους ἡγεῖσθαι θεοὺς σπονδαῖς τε αὐτοὺς καὶ θυσίαις γεραίρειν ἀποτολμᾶν. Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ τὸν βίον οἱ τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτοντες· ἐνίσχηνται δὲ τοιαύτῃ γραφῇ τῶν ἄλλων μάλιστα Χαλδαῖοι, καὶ περιεργώτατα μὲν τὴν τῶν ἄστρων ἀναμετροῦσι κίνησιν, οἰωνῶν δὲ πτήσεις μαντείας ποιοῦνται πρόφασιν.