Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.23
Not analysed yet
Οὐκοῦν τὸ τῆς Γενέσεως συντιθεὶς βιβλίον, ἔφη μὲν ὅτι πεπορθήκασί τινες τὰ Σοδομιτῶν, εἶτα δορίληπτον ἔχοντες ὁμοῦ τοῖς ἄλλοις τὸν Λὼτ ἔχαιρον μὲν ὡς νενικηκότες, ἐσφάλλοντο δὲ τῆς ἐλπίδος, ἀδοκήτως αὐτοῖς ἀντεξάγοντος τοῦ Ἀβραάμ, καὶ ᾑρηκότος μὲν κατὰ κράτος, ἀπαλλάττοντος δὲ τῆς αἰχμαλωσίας τοὺς ἅπαξ ἐνειλημμένους. Ἐπειδὴ δὲ ὑπέστρεφεν ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων (γέγραπται γὰρ ὡδί), ἐδεῖτο μὲν αὐτοῦ λέγων βασιλεὺς Σοδόμων ὁ Χοδολογομόρ· «Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λαβὲ σεαυτῷ», ὁ δέ, μισθὸν ἀνδραγαθημάτων τὰς ἑτέρων ἔχειν ζημίας οὐκ ἀνασχόμενος, ἀπώμοτον ἐποιεῖτο τὸ χρῆμα λέγων· «Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃ ὅτι ἐγὼ ἐπλούτησα τὸν Ἀβραάμ», ἐστεφάνου δὲ αὐτὸν ὡς νενικηκότα. Καὶ ὁ βασιλεὺς Σαλήμ, τουτέστι Μελχισεδέκ, ηὐλόγησε λέγων. «Εὐλογημένος Ἀβραάμ τῷ Θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εὐλόγητος ὁ Θεὸς ὁ ὕψιστος ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.» Ἀποστέλλων δέ τινα τῶν ἐπιτηδείων ἤτοι τῶν εὐνουστάτων οἰκετῶν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ νυμφαγωγὸν προστάττων γενέσθαι τῷ Ἰσαάκ, «Ὁρκιῶ σε, φησί, τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς». Ἕνα δὴ οὖν καὶ μόνον ᾔδει Θεὸν ὡμολόγει τε εἶναι σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, ὕψιστόν τε αὐτὸν ὠνόμαζε καὶ τῶν ὅλων γενεσιουργὸν τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς.