Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.22
Not analysed yet
Ἀλλ', ὡς ἔφην ἤδη, ταῖς ἐκείνων ἀσυνεσίαις διάφορος ἦν ὁ θεσπέσιος Ἀβραάμ· οὐ γὰρ ἠξίου τοῖς ἐν αἰσθήσει τε καὶ ὁρατοῖς ἐναρίθμιον ποιεῖσθαι φιλεῖν τὴν ἀνωτάτω τε καὶ παντὸς ἐπέκεινα τοῦ Θεοῦ φύσιν, οὔτε μὴν τοῖς κτίσμασιν αὐτὴν ἐγκατακλείων τῆς ἀληθείας ἡμάρτανεν, ἀνακομίζων δὲ μᾶλλον ὑψοῦ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ἀνωτάτω τιθεὶς εἰκότως ἐθαυμάζετο. Ταύτητοι καὶ προσελήφθη παρὰ Θεοῦ· ἐμφανῆ γὰρ ἑαυτὸν αὐτῷ καθίστη λοιπὸν ὁ ζητούμενος. Ἴδωμεν τοίνυν ὁποίαν ἔχων ὁρᾶται τὴν δόξαν ὁ προπάτωρ Ἀβραάμ, εἶτα τίς τῶν μετ' ἐκεῖνον ἀξιόχρεως ἔσται πρὸς διασάφησιν τῆς ἐνούσης αὐτῷ πίστεώς τε καὶ δόξης· ἀλλ', οἶμαι, πρὸς τοῦτο ἡμῖν ἀρκέσειεν ἂν ὁ Μωσῆς, ὁ αὐτοῦ γεγονὼς ἀπόγονος καὶ ἅπερ ἔγνω πεφρονηκότα, ταῦτα καὶ αὐτὸς καὶ φρονεῖν ἀξιῶν καὶ γραφῇ παραδούς.