Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.25
Not analysed yet
Ὅτι δὲ δεῖ πάντως τῆς δι' αἰνιγμάτων παιδαγωγίας τοῖς ἄρτι προσβάλλουσι ταῖς οὕτως ἰσχναῖς καὶ οἱονεὶ κατερρινισμέναις ἐννοίαις, ταῖς περὶ Θεοῦ δηλονότι, πῶς ἂν ἐνδοιάσειέ τις, οὐδὲ τῶν παρ' Ἕλλησι σοφῶν ἠγνοηκότων τὸ χρῆμα; Πορφύριος γοῦν, ἐπὶ παιδείᾳ κοσμικῇ δόξαν ἔχων παρ' ἐκείνοις οὐκ ἀγεννῆ, ἐν τῷ πρώτῳ λόγῳ τῆς ‘Φιλοσόφου ἱστορίας’ τοιοῦτόν τί φησι περὶ τῶν ὠνομασμένων ‘σοφῶν’, ἤτοι δοκησισοφίας ὑπόληψιν ἐσχηκότων· «Μὴ δυνάμενοι γάρ, φησί, τὰ πρῶτα εἴδη καὶ τὰς πρώτας ἀρχὰς σαφῶς τῷ λόγῳ παραδοῦναι διά τε τὸ δυσπερινόητον αὐτῶν καὶ δυσέξοιστον παρεγένοντο ἐπὶ τοὺς ἀριθμοὺς εὐσήμου διδασκαλίας χάριν, μιμησάμενοι τοὺς γεωμέτρας καὶ τοὺς γραμματιστάς· ὡς γὰρ οὗτοι, τὰς δυνάμεις τῶν στοιχείων καὶ αὐτὰ ταῦτα βουλόμενοι παραδοῦναι, παρεγένοντο ἐπὶ τοὺς χαρακτῆρας, τούτους λέγοντες ὡς πρὸς τὴν πρώτην διδασκαλίαν στοιχεῖα εἶναι, ὕστερον μέντοι διδάσκουσιν ὅτι οὐχ οὗτοι στοιχεῖά εἰσιν οἱ χαρακτῆρες, ἀλλὰ διὰ τούτων ἔννοια γίνεται τῶν πρὸς ἀλήθειαν στοιχείων, καὶ οἱ γεωμέτραι, μὴ δυνάμενοι τἀσωματοειδῆ λόγῳ παραστῆσαι, παραγίνονται ἐπὶ τὰς διαγραφὰς τῶν σχημάτων, λέγοντες εἶναι τρίγωνον τόδε, οὐ τοῦτο βουλόμενοι τρίγωνον εἶναι τὸ ὑπὸ τὴν ὄψιν ὑποπίπτον ἀλλὰ τὸ τοιοῦτον, καὶ διὰ τούτου τὴν ἔννοιαν τοῦ τριγώνου παριστᾶσι· κἀπὶ τῶν πρώτων οὖν λόγων καὶ εἰδῶν τὸ αὐτὸ ἐποίησαν οἱ Πυθαγόρειοι· μὴ ἰσχύοντες λόγῳ παραστῆσαι τἀσωματοειδῆ καὶ τὰς πρώτας ἀρχάς, παρεγένοντο ἐπὶ τὴν διὰ τῶν ἀριθμῶν δήλωσιν, καὶ οὕτω τὸν μὲν τῆς ἑνότητος λόγον, καὶ τὸν τῆς ταὐτότητος καὶ τῆς ἰσότητος, καὶ τὸ αἴτιον τῆς συμπνοίας καὶ τῆς συμπαθείας τῶν ὅλων καὶ τῆς σωτηρίας τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἓν προσηγόρευσαν.»