Ancient Greek · ~7 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.26
Not analysed yet
Οὐκοῦν ἐπειδήπερ δυσέξοιστά τέ ἐστι καὶ δυσέκφραστα καὶ οὐχ ἕτοιμα πρὸς τὸ καταθρεῖν τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα, καὶ οἵπερ ἂν περὶ αὐτῆς γένοιντο λόγοι σμικροὶ κομιδῆ καὶ κατόπιν ἰόντες τῆς ἀληθείας ἁλοῖεν ἄν, διὰ σχημάτων καὶ τύπων τῶν ἐναργεστέρων ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτῆς μανθάνομεν. Οὕτω φαμὲν πεπαιδεῦσθαι τὸν θεσπέσιον Ἀβραάμ· γέγραπται γὰρ ὡδὶ περὶ αὐτοῦ. «Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκήνης αὐτοῦ μεσημβρίας· ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκήνης αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε· ‘Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου’.» Καὶ μεθ' ἕτερα· «Εἶπε δέ, φησί, πρὸς αὐτόν· ‘Ποῦ Σάρρα ἡ γυνή σου;’ Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ‘Ἰδοὺ ἐν τῇ σκήνῃ’. Εἶπε δέ· ‘Ἐπαναστρέφων ἥξω πρός σε, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου’.» Ἰδοὺ δὴ μάλα σαφῶς ὦφθαι μὲν αὐτῷ φησι τὸν Θεόν, εἶναί γε μὴν τοὺς ἑωραμένους ἄνδρας τρεῖς, προσθέοντα δὲ τὸν θεσπέσιον Ἀβραὰμ οὐχ ὡς τρισὶν εἰπεῖν· ‘Κύριοι, εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν’, «Κύριον» δὲ μοναδικῶς ὀνομάζοντα τοῦς τρεῖς, ὡς ἕνα παρ' ἑαυτῷ καταίρειν ἀξιοῦν, ἐπεὶ καὶ ὡς εἷς ὄντες οἱ τρεῖς ἔφασκον ὡς ἐκ προσώπου πάλιν ἑνός· «Ποῦ Σάρρα ἡ γυνή σου;» καὶ τὸ «ἐπαναστρέφων ἥξω κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας». Ἄθρει δὴ οὖν, ἄθρει τοὺς ὀφθέντας αὐτῷ τρεῖς μὲν ὄντας καὶ ἰδιοσυστάτως ἕκαστον ὑφεστηκότας, τῷ γε μὴν λόγῳ τῆς ὁμοουσιότητος εἰς ἕνα συνειλημμένους καὶ τὰς διαλέξεις οὕτω ποιεῖσθαι σπουδάσαντας.