Ancient Greek · ~7 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.27
Not analysed yet
Ἀλλ' αἱ μὲν τῶν τοιούτων εἰκόνες ἀμυδραί πώς εἰσι, καὶ πολὺ τῆς ἀληθείας ἡττώμεναι, πλὴν τὸ χρειῶδες ἔχουσιν εἰς χειραγωγίαν τὴν ἐπί γέ, φημι, τὰ ὑπὲρ νοῦν καὶ λόγον. Διανοίαις γε μὴν ταῖς καθαρωτάταις τὸ φῶς τῆς θεοπτίας εἰσδύεται καὶ ὡς ἀπὸ τῶν αἰσθητῶν ἀνιπτάμεθά πως πρὸς τὰ αἰσθήσεως ἀνωτέρω καὶ λόγων τῶν ἐν ἡμῖν τὴν δύναμιν ὑπερκείμενα. Μία μὲν γάρ ἐστιν ὁμολογουμένως φύσις θεότητος ἡ ἐπὶ πάντας τε καὶ διὰ πάντων καὶ ἐν πᾶσι, κατευρύνεται δὲ νοητῶς εἰς ἁγίαν Τριάδα σεπτήν τε καὶ ὁμοούσιον— εἴς τε Πατέρα φημὶ καὶ μέντοι καὶ τὸν Υἱὸν καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Πλὴν εἰ καὶ ὑφεστήκασιν ἰδικῶς τῶν ὠνομασμένων ἕκαστον, τοῦτο ὑπάρχον κατὰ ἀλήθειαν ὅπερ εἶναι καὶ λέγεται, ἀλλ' ὅ γε τῆς ὁμοουσιότητος λόγος εἰς ἀπαράλλακτον αὐτὰ συναγείρει φύσιν· γεγέννηται μὲν γὰρ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ ἔστιν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ φυσικῶς, ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμα, ἴδιον ὂν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ὁμοίως τοῦ Υἱοῦ· ἁγιάζει γὰρ δι' αὐτοῦ τὸ ἁγιάζεσθαι πεφυκὸς ὁ Πατήρ. Οὐκ ἠγνόηκε τοίνυν ὁ προπάτωρ Ἀβραὰμ τὸν ἐν ἁγίᾳ Τριάδι προσκυνούμενον, τὸν γῆς τε καὶ οὐρανοῦ καὶ τῶν ὅλων δημιουργὸν καὶ τὸ κατὰ πάντων ἔχοντα κράτος. Οἵ γε μὴν ἐξ αὐτοῦ γεγονότες, Ἰσαάκ τέ φημι καὶ Ἰακώβ, πεφρονήκασιν οὐχ ἑτέρως, ἀλλὰ τῆς πατρῴας ἀρετῆς κατ' ἴχνος ἰόντες τῆς αὐτοῦ πίστεως γεγόνασι ζηλωταί. Καὶ γοῦν Μωσῆς ὁ μακάριος ἐν τῷ βιβλίῳ τῆς ‘Κοσμογονίας’ τὰ περὶ αὐτῶν ἐξηγούμενος ὦφθαι μέν φησι τῷ Ἰακὼβ τὸν τῶν ὅλων Θεόν, ἐμπεδοῦντα δὲ πρὸς ἐλπίδας αὐτὸν ἀγαθὰς εἰπεῖν· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ Θεὸς Ἰσαάκ». Ὡμολόγει δὲ καὶ αὐτὸς ὁ Ἰακὼβ λέγων· «Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἔσται μοι Κύριος εἰς Θεόν.»